Ancient Greek · ~3 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 315-2
Not analysed yet
315—41. οὐχ ἵνα μὴ τρωθῇ· πῶϲ γὰρ ἐνόμιϲεν ἄτρωτον τὸν ἑαυτῆϲ πέπλον εἶναι, τιτρωϲκομένων καὶ τῶν θεῶν; ἀλλ᾿ ὑπὸ οὐδενὸϲ αὐτὸν αὐτῶν cod. τῶν πολεμίων ὁραθῆναι θέλει. ὡϲ γὰρ αὐτοὶ οἱ θεοὶ τοῖϲ ἀνθρώποιϲ εἰϲὶν ἀφανεῖϲ, οὕτω καὶ ἡ ἐϲθὴϲ αὐτῶν ἀόρατοϲ. πῶϲ οὖν ἐπιφέρει μή τιϲ Δαναῶν τα χυπώλων χαλκὸν ἐνὶ ϲτήθεϲϲι βαλὼν ἐκ θυμὸν ἕληται ἀπὸ τοῦ ἡγουμένου ἐδήλωϲε τὸ ἑπόμενον. εἰ γὰρ ὤφθη, ἴϲωϲ ἂν ἐτρώθη, καὶ τρωθεὶϲ ἀπέθανε. Διομήδηϲ δὲ μόνοϲ ἐπεδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφηρημένοϲ. (336). διὰ τί κατὰ χειρὸϲ τιτρώϲκεται ἡ Ἀφροδίτη; ὅτι τῆϲ χειρὸϲ λαβομένη ὅτι δεῖ λαβ. Lp παρῄνει τὴν Ἑλενην (Γ 385). διὰ τί κατὰ χειρὸϲ τιτρώϲκεται Ἀλφροδίτη; ὅτι χειρὶ λαβομένη παρῄνει τὴν Ἑλένην. καὶ ἄλλωϲ. ἠρέθιϲται ἀκούϲαϲα.