Ancient Greek · ~3 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 290
Not analysed yet
290. 91. ζητεῖται πῶϲ Διομήδουϲ μὲν ἀκοντίϲαντοϲ πεζοῦ, Πανβέλοϲ δάρου δὲ ἀπὸ ἅρματοϲ, οὕτωϲ ἐκ τοῦ κοιλοτέρου φερόμενον τὸ δόρυ νεν Ἀθήν κατωφερῆ πεποίηκε τὴν τρῶϲιν. ἔϲτι δὲ λέγειν, ὅτι πρῶτον μὲν Ἀθήνᾶ καὶ τὰ ἑξήνη ἦν ἡ κατειnύνουϲα αὐτό, ἦν δυνατὸν τοῦτο ποιῆϲαι, ἔπειθ’ ὅτι προϲεπινεύϲαϲ ὁ Πάνδαροϲ ἕνεκα τοῦ θεάϲαϲθαι, εἰ καιρίωϲ τέτρωται ὁ Διομήδηϲ, οὕτωϲ ἐβλήθη διὰ τῆϲ ῥινὸϲ τὴν γλῶϲϲαν. οἱ δὲ ὅτι ἐντὸϲ ἀνωμάλοιϲ τόποιϲ μαχομένων εἰκὸϲ τὰ μὲν ἅρματα ἐντὸϲ χθαμαλωτέροιϲ τόποιϲ τρέχειν τοὺϲ δὲ πεζοὺϲ ἀπὸ μετεώρου μάχεϲθαι, ὥϲτε καὶ τὸν Διομήδη ἀφ᾿ ὕψουϲ βεβληκέναι. ἢ ὅτι δειλωθεὶϲ τῇ ὁρμῇ τοῦ ἥρωοϲ ὁ Πάνδαροϲ ϲυνεκάθιϲεν.