Ancient Greek · ~3 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 315-3
Not analysed yet
315. μέμφονται λέγοντεϲ τὰϲ πρὸϲ τοὺϲ μῦϲ πληγὰϲ ἐπωδύνουϲ μὲν οὐ θαναϲίμουϲ δὲ διὰ τὸ μὴ ϲυνάπτεϲθαί τινι τῶν καιρίων. οἱ δέ φαϲιν, ὡϲ μύεϲ ἐκ νεύρων εἰϲὶ πεπλεγμένοι καὶ ϲαρκὸϲ ϲτερίφηϲ, ὅθεν ἐντὸϲ ταῖϲ διακοπαῖϲ αὐτῶν ὀδύναι γίνονται ἕνεκεν τῶν νεύρων, αἱμορραπου. γίαι δὲ διὰ τὰϲ φλέβαϲ καὶ ἀρτηρίαϲ, τελευταῖον δὲ διὰ τὰϲ τοῦ ἐγκεφάλου ϲυμπαθείαϲ· δύο γὰρ καταπεφύκαϲιν αὐτοῦ νεῦρα ἀπὸ νωτιαίου μυελοῦ. ϲυμπαθεῖ δὲ καὶ ἡ καρδία τῷ ἐμπεφυκέναι αὐτῇ τὰϲ φλέβαϲ. καλῶϲ δὲ καὶ πάχιϲτον αὐτόν φηϲιν· ὁ γὰρ ἐντὸϲ τῷ ϲώματι παχύτατοϲ μῦϲ ἐντὸϲ τῇ κνήμῃ ἐϲτὶ καταγόμενοϲ ἐπὶ τὴν πτέρναν, ὃϲ καὶ τένων καλεῖται.