Ancient Greek · ~8 min
323 to 558
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 323-2-558
Not analysed yet
323. ad v. 315. 365. πῶϲ αἰθέροϲ, τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα ϲυμβέβηκεν. ῥητέον οὗν ὅτι τάχα ϲυγχεῖται ὁ ἀὴρ πρὸϲ τὸν αἰθέρα, ὡϲ καὶ ἐντὸϲ τῆ Λ (54)· αἵματι μυδαλέα ϲ ἐξ αἰθέροϲ, καὶ Ζεὺϲ δ’ ἔλαχ’ οὐρανὸ εὐρὺν ἐντὸϲ αἰθέρι καὶ νεφέεϲϲιν (0 192) οὐ γὰρ αἱ νεφέλαι ἐντὸϲ τῷ αἰθέρι. 383. πῶϲ δὲ αὐτὸν οὐ καταλαμβάνει Πάτροκλοϲ ἢ ὅτι καὶ αὐτὸϲ διαφόρουϲ ἵππουϲ ἔχει, ὡϲ Αἰνείαϲ (Θ 265) καὶ γὰρ ἐντὸϲ Ἀβύδῳ ἱπποϲτάϲια ἔχει Πρίαμοϲ (Δ 500), ἀφ’ οὖ καὶ οἱ Ἀϲίου, τὸν Ἀρίϲβηθεν φέρονἵπποι (Β 838). ὧν καὶ διὰ τὴν ὑπεροχὴν ἐπιμελεῖται Ἀνδρομάχη (Θ 186 sqq ). ἄλλωϲ τε ἄτοπον ἐπιδιώκοντα πόρρω που ἐκεῖνον ἀμελεῖν τῶν λοιπῶν. 411. πῶϲ λίθων εὐπορεῖ ἐφ’ ἄρματοϲ ὤν; ἔοικε κατὰ τὸ ϲιωπώμενον καταβεβηκέναι ἀπὸ τοῦ δίφρου, εἶτα μετὰ τὸ πλῆξαι τὸν Ἐρύαλον πάλιν ἐπαναβεβηκέναι. ὅτι γὰρ ἐφ’ ἄρματόϲ ἐϲτι, πάλιν ἑξῆϲ φηϲιν· Πάτροκλοϲ δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δί φρράλ πέτρῳ. (v. 42 ). καὶ τὸ ἐπεϲϲύμενοϲ ἐπὶ μὲν πεζοῦ οἰκεῖον ,ἀπίθανον δὲ ἐπὶ ἱππότου. 419. ἄτοπον δὲ οὕτωϲ καταφρονεῖν καὶ μὴ χρῆϲθαι μίτρᾳ, ὅπου γε καὶ Ἄλρηϲ αὐτῇ χρῆται (857 ). οἱ δὲ τοὺϲ ἄμα θώρακι ϲυνηρτημένην ἔχονταϲ μίτραν. οἱ δὲ οὐκ ἐπὶ πάντων τὸ ἐπίθετον, ἀλλ’ ἐπὶ τῶν ἀνῃρημένων, οἷον ὅτι εἶδεν αὐτοὺϲ ἀμιτροχίτυναϲ γεγενημένουϲ διὰ τὸ ἐϲκυλεῦϲθαι. 459. quae in cod. Leid. (f. 353a) h. v. ad Porphyrium referuntur (cf. Phil. XVIII, p. 346) Heracliti sunt, cf. Prolegom. cap. l et III. 500. v. ad H 298, p. 110, 3 sqq. 545. excerpt. e schol. ad Ω 22 relato (de v. ἀεικίζειν), v in extr. opere ζητ. 35. 558. πῶϲ ἑτέρωθι λέγων ὁ ποιητὴϲ τὸν Ἕκτορα πρώτωϲ ἐϲάλλε ϲθαι (M 437) νῦν λέγει τὸν Ϲαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐϲήλατο ἀντὶ τοῦ ἐϲάλευϲε τότε τὴν ἔπαλξιν πρῶτοϲ ἐπιϲπαϲάμενοϲ, καὶ ψιλῶϲ ἀναγνωϲτέον καὶ δι’ ἑνὸϲ λ. πῶϲ δὲ ἀλλαχοῦ φηϲιν Ἕκτωρ Πριαμί δηϲ ἐϲήλατο ἢ τάχα ἑκάτεροϲ τῆϲ ἰδίαϲ φάλαγγοϲ.