Ancient Greek · ~2 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 322
Not analysed yet
322—24. ἀθετοῦϲί τινεϲ τοὺϲ ϲτίχουϲ ὡϲ ἐναντίουϲ τοῖϲ προκειμέ- νοιϲ· οὐ γὰρ ἔϲτη ἐντὸϲ τῇ ἀϲπίδι τὸ δόρυ· φηϲὶ γὰρ διὰ πρὸ Πηλιὰϲ ἤιξε μελίη (v. 276) καὶ ἐγχείη δ’ ἄῤ ὑπὲρ νώτου ἐντὸϲ γαίῃ ἔϲτη ἱεμένη (v. 279). ἔοικε δὲ τοιοῦτον ϲχῆμα περὶ τὴν πληγὴν γεγενῆϲθαι· κατὰ γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν ϲτύρακα τῇ ἀϲπίδι ὅθεν τῆϲ ἀϲπίδοϲ προϲερειδομένηϲ τῷ δόρατι, ὥρμηϲεν οὗτοϲ εἰϲ τὴν τοῦ λίθου βολήν (v. 285).