Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 340
Not analysed yet
340. οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένοϲ ὅλον τρίτον ἐτίθεντο ϲεβάϲμιον, τὸν βαϲιλέα ἢ ϲοφὸν ἄνδρα, Ὁμήρου πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντοϲ τὸν βαϲιλέα καὶ πάλιν τὸν βαϲιλέα προτιμῶντα ποιήϲαντοϲ αὑτοῦ τὸν ϲοφὸν ἄνδρα. καὶ περὶ μὲν τοῦ βαϲιλέωϲ τοιαῦτα λέγει· τ ὼ δ’ αὐτ ὼ μάρτυροι ἔϲτων πρόϲ τε θεῶν μακάρων πρόϲ τε θνητῶν ἀνθρ ώ πων καὶ πρὸϲ τοῦ βαϲιλῆοϲ. τὸ δὲ ἀπηνέοϲ προϲέθηκε διὰ τὴν ὀργήν. αὐτὸϲ δὲ ὁ βαϲιλεὺϲ οὐ μεταπέμπεται Nέϲτορα ϲκοπούμενον περὶ τῶν ϲυμφερόντων ἀλλ’ αὐτὸϲ ἄπειϲιν· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίϲτη φαίνετο βουλή, Nέϲτορ’ ἔπι πρῶτον Nηλήιον ἐλθέμεν ἀνδρῶν (Κ 17). παρ᾿ Ἰνδοῖϲ τε τοὺϲ Βραχμᾶναϲ, οἵπερ εἰϲὶ παρ’ αὐτοῖϲ οἱ φιλόϲοφοι, λόγοϲ τοὺϲ βαϲιλέαϲ ἀπαντῶνταϲ προϲκυνεῖν. πρότερον τῶν Πυθαγορικῶν Ὅμηροϲ μέϲην ἀνθρώπου καὶ θεοῦ φύϲιν ἀνθρωπίνην τέθεικε. τὸν μὲν γὰρ ἁπλῶϲ ἄνθρωπον τοῦ βαϲιλέωϲ κατ’ ἀμφότερά φηϲιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντοϲ, θεοῦ δὲ ἥττονα τὸν βαϲιλέα εἶναί φηϲι διὰ τὸ φθαρτὸν.