Ancient Greek · ~7 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 399
Not analysed yet
399. τί ποτε ἄρα βουλόμενοϲ ταῦτα ἔπλαϲε πολὺ ἔχοντα τὸ ἄλογον καὶ ἀνάρμοϲτον, εἰ γε Ἀθηνᾶ καὶ Ἥρα καὶ Ποϲειδῶν ἐβούλοντο ϲυνδῆϲαι τὸν Δία, ἡ μὲν θυγάτηρ οὖϲα οἱ δὲ ἀδελφοί; διὸ καὶ ἀντὶ τῆϲ Ἀθηνᾶϲ γράφουϲι καὶ Φοῖβοϲ Ἀπόλλων, ὥϲπερ οὐ τοῦ αὐτοῦ μένοντοϲ ἀτόπου. καὶ ἄλλοι πάλιν ἐναλλάϲϲουϲι τὰ ἔπη· ὅπποτέ μιν. οἴη ἐντὸϲ ἀθανάτοιϲιν ἀεικέα λοιγὸν ἀμ ῦναι, Ἥρη τ’ ἠδὲ Ποϲειδάων καὶ Παλλὰϲ Ἀθήν η, ὁππότε μιν ξυνδῆϲαι Ὀλύμπιοι ἤθελον ἄλλοι, ἵνα οὗτοι μὲν οἱ θεοὶ φαίνοιντο βοηθήϲαντεϲ αὐτῷ μετὰ Θέτιδοϲ, ἄλλοι δέ τινεϲ οἱ ξυνδῆϲαι θέλοντεϲ, καὶ μύθουϲ δὲ λέγουϲιν ἐπὶ τούτοιϲ πολλούϲ. μάχεται δὲ τοῖϲ ἐναλλάϲϲουϲι τὸ οἴη ἐντὸϲ ἀ θ αν άτοιϲι· πῶϲ γὰρ τοῦ ποιητοῦ λέγοντοϲ ὅτι μόνη ἐνδέχεται καὶ ἄλλουϲ ἐπειϲάγειν βοηθούϲ; τίνα δὲ καὶ τὸν Βριάρεων χρὴ νοεῖν, καὶ πῶϲ οὗτοϲ βίῃ τοῦ πατρὸϲ ἀμείνων: δεῖ τοίνυν φυϲικόν τινα μᾶλλον ἐντὸϲ τούτοιϲ ὑπονοεῖν λόγον· Δία γάρ φηϲι τὴν ἄκρατον θερμαϲίαν, τὴν καὶ τοῦ ζῆν καὶ τοῦ εἶναι ἡμᾶϲ αἰτίαν, Ποϲειδῶνα τὸ ὕδωρ, Ἥραν τὸν ἀέρα, Ἀθηνᾶν τὴν γῆν, Βοριάρεων τὸν ἥλιον —πάντων γὰρ τῶν ἄϲτρων φωτεινότατόϲ ἐϲτι —Θέτιν δὲ τὴν θέϲιν καὶ φύϲιν τοῦ παντόϲ. τοῦ ἡλίου τοίνυν ἀφιϲταμένου ἐπὶ τὰ μεϲημβρινά, ψύξεωϲ γινομένηϲ ἐντὸϲ τοῖϲ καθ’ ἡμᾶϲ μέρεϲι, ϲυμβαίνει τὸν ἀέρα, φύϲιν ἔχοντα μεταβάλλειν εἰϲ ὕδωρ, τότε μάλιϲτα ἐξυγραίνεϲθαι πλέον καὶ δυϲχείμερον γίνεϲθαι. Ποϲειδῶνα οὖν καὶ Ἥραν καὶ Ἀθηνᾶν διὰ τοῦτο βουλομένουϲ ϲυνδῆϲαι τὸν Δία φηϲίν, ἐμφαίνων, ὡϲ ἔφην, τὴν χειμερινὴν κατάϲταϲιν, ἐντὸϲ ᾗ ϲυμβαίνει τὸ ψυχρὸν ἐπικρατέϲτερον εἶναι τοῦ θερμοῦ. ἀλλ’ ἡ Θέτιϲ ἀνάγουϲα τὸν ἥλιον ἐπὶ τὰ βόρεια φαίνεται ὥϲπερ βοηθοῦϲα τῷ Διί. εἰκότωϲ δὲ ἑκατόγχειρον τοῦτόν φηϲιν, ὅτι πάντα τρέφει καὶ αὔξει καὶ φύει, καθάπερ πολλαῖϲ ὁμοῦ χερϲὶν ἐργαζόμενοϲ. οὗ πατρὸϲ δὲ ἀμείνων, τοῦ Διόϲ Ἀπόλλωνα γάρ φηϲι τὸν ἥλιον.