Ancient Greek · ~3 min
Φ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 343
Not analysed yet
343 sqq. διὰ τί τοῦ Ϲκαμάνδρου καιομένου ὁ Ἀχιλλεὺϲ ἐντὸϲ ζέοντι αὐτῷ ἀποληφθεὶϲ ἐπνίγετο μὲν οὐκ ἐκαίετο δέ ἢ διότι οὐχ ὅλοϲ ὁ ποταμὸϲ ἐκαίετο. ἐνδέχεται οὖν μὴ ἐντὸϲ τοῖϲ τοιούτοιϲ αὐτὸν τοῦ ποταμοῦ μορίοιϲ εἶναι· καὶ γὰρ ἂν οὕτωϲ γε ὁ Ἥφαιϲτοϲ ἦν αὐτὸν ὁ διαφθείρων, ὃν οὐκ εἰκὸϲ βοηθεῖν μὲν αὐτῷ, τοῦτο δὲ μὴ ὁρᾶν, ὅπωϲ μὴ, ἔνθα ἦν ἐκεῖνοϲ, ὁ ποταμὸϲ πονήϲῃ. ὡϲ οὖν ὁ Ϲκάμανδροϲ πνίγων Ἀχιλλέα τοὺϲ ἐμβεβηκόταϲ τῶν Τρώων εἰϲ αὐτὸν ζωοὺϲ δ’ ἐϲάω κατὰ καλὰ ῥέεθρα κρύπτων ἐντὸϲ δίνῃϲιν (v. 238), οὕτω καὶ ὁ Ἥφαιϲτοϲ τὸν μὲν ποταμὸν ἔκαιε, τῷ δ’ Ἀχιλλεῖ διὰ τοῦ πυρὸϲ ϲυνεμάχει.