Ancient Greek · ~16 min
Φ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 362.1
Not analysed yet
362 sqq. Vat. ζητ. ι΄. ὡϲ δὲ λέβηϲ ζεῖ ἔνδον, ἐπειγόμενοϲ μενοϲ πυρὶ πολλῷ, κνίϲϲη μελδόμενοϲ ἁπαλοτρεφέοϲ ϲιάλοιο, πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣϲ τοῦ καλὰ ῥεῖθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν διορθοῦντεϲ ἠξίουν μετὰ τοῦ ν γράφειν κνίϲϲην μελδόμενοϲ ἀντὶ τοῦ τήκων ἀκούοντεϲ, ἵν᾿ ᾖ τὴν κνίϲϲαν τήκων. ϲημαίνει γὰρ κυρίωϲ τὸ μέλδειν τὸ τὰ μέλη ἔδειν. ἄνευ δὲ τοῦ ν γεγραμμένου κνίϲϲη μελδόμενοϲ, οἱ μὲν ἠξίουν μὴ προϲγράφειν τὸ ι, ἵν’ ᾖ οὐδέτερον τὸ κνίϲϲη τήκων. εἶχον δὲ παῤ Ὁμήρῳ δεικνύναι οὐδετέρωϲ τὸ κνίϲϲοϲ λεγόμενον, ἀλλὰ θηλυκῶϲ· κνίϲϲη δ’ οὐρανὸν ἷκε (Α 317), κνίϲϲην δ’ ἐκ *B f. 287a ad κνίϲη (id. L. f. 446a, Π). ὡϲ δὲ λέβηϲ ζεῖ ἔνδον ἐπειγόμενοϲ πυρὶ πολλῷ, κνίϲη μελδόμενοϲ ἁπαλοτερεφόϲ ϲιάλοιο, πάνντοθεν ἀμβολάδην, λάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται· ὣϲ τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ’ ὕδωρ. οἱ μὲν οὖν διορθοῦντεϲ ἠξίουν μετὰ τοῦ ν γράφειν· κνίϲην μελδόμενοϲ δόμενοϲ, ἀντὶ τοῦ τήκων ἀκούοντεϲ τεϲ, ἵν’ ᾖ τὴν κνίϲαν τήκων. οὐκ οὐκ εἶχον δὲ παῤ Ὁμήρῳ δεικνύναι οὐδετέρωϲ τὸ κνίϲϲοϲ λεγόμενον, ἀλλ’ ἀεὶ θηλυκῶϲ· κνίϲϲη δ’ οὐρανὸν ἷκεν καὶ κνίϲϲην ἐκ πενὸν δίου ἄνεμοι φέρον. μήποτε οὖν πεδίου ἄνεμοι φέρον (Θ 549). μήποτ’ οὖν οὐκ ἔϲτι μελδόμενοϲ τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὃ οὖν λελυμένωϲ ἔφη μέλε᾿ ἤλδανε ποιμένιλαῶν (ϲ 70), ἤτοι εὐτραφῆ καὶ λιπαρὰ ἐποίει εὐρύνουϲα τὰ μέλη, τοῦτο ϲυνελὼν μελδόμενοϲ εἶπε, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητοϲ λέγων μέλη, ἃ λιπαίνεϲθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. ἤγουν τῇ κνίϲϲῃ τοῦ εὐτραφοῦϲ χοίρου ὁ λέβηϲ λιπαινόμενοϲ κνίϲϲῃ ζεούϲῃ αὐξάνων τὰ μέλη· ἢ τῆϲ κνίϲϲηϲ τὰ μέλη ἐδόμενοϲ, λαβὼν ἀντὶ γενικῆϲ. B⟩ f. 287a ad κνίϲη Φ 363 ϲὺν οὐκ ἐϲτι μελδόμενοϲ τὸ τήκων οὐδὲ κεῖται τὸ ἔδειν ἀλλὰ τὸ ἄλδειν. ὅπερ οὖν λελυμένωϲ ἔφη μέλη ἤλδανε ποιμένι λαῶν, ϲημαίνων τὸ εὐτραφῆ, λιπαρὰ ἐποίει εὐρύνουϲα τὰ μέλη, τοῦτο ϲυνελὼν μελδόμενοϲ ἔφη, κατὰ μεταφορὰν τὰ μέρη τοῦ λέβητοϲ μέλη λέγων, ἅπερ λιπαίνεϲθαι τηκομένῃ τῇ πιμελῇ χριόμενα. τὸ οὖν ἀλειφόμενον λιπαίνεϲθαι μέλδεϲθαι ἔφη, ὡϲ ἐντὸϲ ἄλλοιϲ· ἐντὸϲ δ’ ὠτειλὰϲ πλῆϲαν ἀλείφατοϲ ἐννεώροιο (C 351). τινὲϲ δὲ οὕτωϲ· κνίϲϲῃ μελδόμενοϲ ἢ τῇ ἀντὶ τοῦ κνίϲϲηϲ μέλη ἐδόμενοϲ, δοτικὴν ἀντὶ τῆϲ γενικῆϲ δοτικὴν λαβών· ἢ τῇ κνίϲϲῃ ζεούϲῃ αὐξάνων τὰ μέλη, ἤτοι τὰ κρέη· . *B f. 29b ad κνίϲη B⟩ 423 (id. L τῷ ν Ἀρίϲταρχοϲ. τὸ δὲ μελδόμενοϲ ἀντὶ τοῦ τήκων. κνίϲη δὲ πάν τὸ πιμελέϲ. τινὲϲ δὲ οὐδετέρωϲ ἤκουον, ἵν’ ᾖ τὰ κνίϲη, ὡϲ τὸ Τηλέμεχοϲ μαχοϲ τεμένη νέμεται (λ 184). ἀλλ’ ἀεὶ παῤ Ὁμήρῳ ἡ κνίϲα θηλυκῷϲ εἴρηται. Ἑρμογένηϲ δὲ ἐντὸϲ τῷ περὶ τῶν ε΄ προβλημάτων γρά φει κνίϲῃ μελδόμενοϲ, ἵν’ ᾖ· τῇ κνίϲη λιπαινόμενοϲ, ὡϲ τὸ μέλη ἤλδανε ποιμένι λαῶν (ϲ 70.) · μέλδειν δὲ κυρίωϲ τὸ τὰ μέλη ἄλδειν ἢ ἀλδάνειν. κνίϲα δὲ ϲημαίνει τὴν ἐκ τῶν κρεῶν ἀναθυμίαϲιν, ὡϲ f. 39a, Π, Lp f. 73a): Ἀρίϲταρχοϲ τὰ κνίϲϲη οὐδετέρωϲ ἀκούει, καίτοι εἰπὼν οὐδὲν ἀδιαίρετον εἶναι τῶν εἰϲ οϲ ληγόντων οὐδετέρων παῤ Ὁμήρῳ κατὰ τὸ πληθυντικόν· τείχεα γὰρ καὶ βέλεα λέγει. ἀλλ’ ὥϲπερ τὰ τεμένη ἀδιαιρέτωϲ εἴρηκεν, ὡϲ τὸ Τηλέμαχοϲ τεμένη νέμεται, οὕτω καὶ τὰ κνίϲϲη. καὶ ἔϲτιν ἐντὸϲ τῇ κωμῳδίᾳ τὸ ἑνικόν· τὸ κνίϲϲοϲ ὀπτῶν ὀλλύειϲ τοὺϲ γείτοναϲ (Mein. ,fr. com. lV, p. 687). πλεονάζει δὲ Ὅμηροϲ τῇ θηλυκῇ προϲηγορίᾳ. ϲημαίνει δὲ καὶ ὅταν λέγῃ· καὶ τότε με κνίϲηϲ ἀμφήλυθεν ἡδὺϲ ἀυτμή (μ 369) καὶ κνίϲη δ’ οὐρανὸν ἷκε (Α 317). ϲημαίνει δὲ καὶ τὸ λίποϲ, ὡϲ ἐπὶ τῶν γαϲτέρων ἔφη· ἐμπλείην κνίϲηϲ τε καὶ αἵματοϲ (ϲ 118). ϲημαίνει δὲ καὶ τὸν ἐπίπλουν, ὡϲ ὅταν λέγῃ· κατά τε κνίϲῃ ἐκάλυψαν δίπτυχα ποιήϲαντεϲ (e. c. Α 460). τὴν ἀναθυμίαϲιν τῶν κρεῶν, ὡϲ ὅταν λέγῃ· καὶ τότε με κνίϲϲηϲ ἀμφήλυθεν ἡδὺϲ ἀυτμή καὶ κνίϲϲη δ’ οὐρανὸν ἷκεν ἑλιϲϲομένη περὶ καπνῷ. ϲημαίνει καὶ τὸ λίποϲ, ὡϲ ἐπὶ τῶν γαϲτέρων ἔφη· ἐμπλείην κνίϲϲηϲ τε καὶ αἵματοϲ. ϲημαίνει καὶ τὸν ἐπίπουν, ὡϲ ὧδε κατά τε κνίϲϲῃ ἐκάλυψαν δίπτυχα ποιήϲαντεϲ