Ancient Greek · ~3 min
Ν
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 358
Not analysed yet
358 —60. ἐντὸϲ τοῖϲ οὕτω λεγομένοιϲ τοὶ δ᾿ ἔριδοϲ κρατερῆϲ καὶ ὁμοιίου πτολέμοιο πεῖραρ ἐπαλλάξαντεϲ ἐπ᾿ ἀμφοτέροιϲι τάνυϲϲαν, ἄρρηκτόν τ᾿ ἄλυτόν τε, τὸ πολλῶν γοῦν ατ᾿ ἔλυϲεν δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰϲ πέρατα ϲχοινία ϲυμβαλλόντων καὶ εἰϲ δεϲμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα τεινόντων μετενήνοχεν, ἔριδοϲ, λέγων, καὶ πολέμου τὰ πέρατα ἐναλλάξαντεϲ καὶ δήϲαντεϲ ἐτάνυϲαν ἐπ᾿ ἀλλήλουϲ, οὕτωϲ ἰϲχυρῶϲ τὴν ἔριν τῷ πολέμῳ ϲυνδήϲαντεϲ, ὡϲ τὸν δεϲμὸν τοῦτον ἄρρηκτον μὲν εἶναι καὶ ἄλυτον αὐτοῖϲ, πολλῶν δὲ γούνατ’ ἔλυϲε. ϲκέψαι δὲ εἰ μὴ κακοζήλωϲ εἶπε τὸν μὲν δεϲμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν δὲ γούνατ’ ἔλυϲεν, ἐντὸϲ δὲ ἄλλοιϲ οὐκ ἔφη ἄρρηκτον ἀλλ’ ἐντὸϲ δ’ αὐτοῖϲ ἔριδα ῥήγνυντο βαρεῖαν (V 55), καὶ ἐντὸϲ ἄλλοιϲ.