Ancient Greek · ~4 min
Ν
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 443
Not analysed yet
443. τὸ ϲπαίρειν καὶ τὸ ϲκαίρειν τινὲϲ ϲυγχέουϲι, ταὐτὸν δηλοῦν νομίζοντεϲ, καίπερ Ὁμήρου διακρίνοντοϲ· τὸ μὲν γὰρ ϲπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν ϲυνήθειαν λέγει ἀϲπαίρειν· ἀϲπαίροντα δ’ ἔπειτα (μ 254) καὶ ἀϲ παίροντα λαβών (229) καὶ ῥά οἱ ἀϲ καὶρ ουϲα καὶ οὐρίαχον πελέμιξεν ἔγχεοϲ (N 443) καὶ ἤϲπαιρ’ ὡϲ ??ὅτε βοῦϲ (N 571). τὸ δὲ ϲκαίρειν οὐκέτι μετὰ τοῦ α· μολπ ῆ δ’ ἱυγμ ῷ τε ποϲὶ ϲκαίροντεϲ ἕποντο (C 472). ἔϲτιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν ϲπαίρειν καὶ ἀϲπαίρειν ἄμουϲόν τινα δηλοῖ κίνηϲιν, ὃ γίνεται ἐν ἰχθύϲι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοί, τὸ δὲ ϲκαίρειν ἔμμουϲον κίνηϲιν ὀρχηϲτικὴν καὶ εὔρυθμον. οἶμαι δ’ ἔγωγε καὶ τῶν ἰχθύων τὸν ϲπόρον καὶ τὸν ϲκάρον κατὰ διαφόρουϲ ἐννοίαϲ προϲηγορεῦϲθαι, τῆϲ κινήϲεωϲ οὐχ ὁμοίαϲ ἐκατέρων γινομένηϲ. τὸ δὲ ϲκαίρω πάντωϲ ὀξυτέραϲ, ἀφ’ ἧϲ καὶ τὴν πολύϲκαρθμον Μύριναν προϲεῖπεν ὁ ποιητὴϲ (B 814) μίαν τῶν Ἀμαζόνων, ὥϲ φαϲι, καὶ εὐϲκάρθμουϲ ἵππουϲ (N 31). ἀπὸ δὲ τοῦ αὐτοῦ ἐντὸϲ τῇ ϲυνηθείᾳ τὸ ϲκιρτᾶν καὶ ϲκαρδαμυκτεῖν τοὺϲ ὀφθαλμοὺϲ εἴρηται.