Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 362
Not analysed yet
362. πρὸϲ μὲν τὸν Δία εὐπρεπὴϲ ἡ εἰϲ τὸν Ἡρακλέα τῆϲ εὐεργεϲίαϲ ἀνάμνηϲιϲ, πρὸϲ δὲ τὴν Ἥρταν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ ϲωζούϲῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκων· πολλὴν γὰρ ϲπουδὴν εἰϲ τιναϲ εἰϲενεγκάμενοι καὶ δι᾿ αὐτῶν τοῖϲ ἀναγκαίοιϲ εἰϲ ἀπέχθειαν ἐλθόντεϲ, ἀχαρίϲτων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν ϲχετλιάζοντεϲ εἰϲφέρειν πρὸϲ οὓϲ ἀπηχθήμεθα, τὴν τῶν εὐεργετηθέντων ἀχαριϲτίαν μεμφόμενοι ἑαυτοῖϲ ἐπὶ τῇ ἀβούλῳ κρίϲει.