Ancient Greek · ~3 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 338
Not analysed yet
338. οὐ δεόντωϲ, φαϲὶ, τῷ κυνὶ ἓν ζῶον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούϲ, ἄλλωϲ τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνί, τοὺϲ δὲ διωκομένουϲ ἀλκιμωτέρῳ ζώῳ, τῷ λέοντι. ῥητέον δὲ πρὸϲ μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκαϲτα κυνὶ ἑνὶ καὶ ὁ ἀποκτειτιϲ κύων νόμενοϲ θηρὶ ἑνί· φηϲὶ γὰρ αἰὲν ἀ ποκτείνων τὸν ὀπίϲτατον (v. 342). πρὸϲ δὲ τὸ δεύτευον, ὅτι ἡ παραβολὴ οὐ πρὸϲ ἰϲχὺν ἀλλὰ τάχοϲ· κύνεϲ γὰρ ἐντὸϲ ταῖϲ θήραιϲ ἐπιτήδειοι πρὸϲ δίωξιν διὰ τοῦτο ὁ τε κύων. Ἕκτωρ διώκοντι εἴκαϲται κυνί. τὰ δὲ ἄγρια ζῶα φεύγειν εἴωθε τὰ πολλά διὰ τοῦτο ὑποχωροῦντεϲ Ἕλληνεϲ τοῖϲ φεύγουϲιν εἰκάζονται. ἔπειτα καὶ δεόντωϲ τοῖϲ ἀλκιμωτέροιϲ ζώοιϲ φεύγουϲι παρέβαλε τοὺϲ Ἕλληναϲ· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυϲτυχοῦϲι, καὶ ἀεὶ ὁ ποιητὴϲ εἴωθε κακοπραγοῦνταϲ αὐτοὺϲ θηρϲὶν εἰκάζειν.