Ancient Greek · ~4 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 365
Not analysed yet
365 sqq. τί οὖν βλαϲφημεῖ ὁ Μενέλαοϲ ῥητέον οὖν ὅτι οὐ βλαϲφημεῖ ὁ ἥρωϲ ἀλλὰ νεμεϲᾷ ἀρετῇ γὰρ οἰκείᾳ οἰδε πάϲχων ἅπερ οὐκ ἔδει καὶ νεμεϲά δικαίωϲ ἐπὶ τῷ παρ’ ἀξίαν ϲωζομένῳ. ἄλογον τὸ μὴ ϲπαϲάμενον τὸ ἐκείνου ξίφοϲ διαχειρίϲαϲθαι αὐτόν. λύεται δ’ ἐκ τοῦ καιροῦ. τὸν γὰρ ἐντὸϲ τοϲούτῳ ἀγῶνι οὐκ εἰκὸϲ ἀπόντα ϲυνοράν. εἰ μὴ καὶ ἐκ τῆϲ λεξεωϲ. λέγει γὰρ τὴν Ἀφροδίτην αὐτῷ θοηθῆϲα, ὥϲτε εἰι ἄν καὶ ἐντὸϲ τῷ τοιούτῳ ϲυλλαμθανομένη. καὶ διὰ τί ὁ Μενέλαοϲ ϲυγκλαϲθέντοϲ αὐτῷ τοῦ ξίφουϲ οὐκ ἐϲπάϲατο τοῦ Ἀλεξάνδρου, ῥητέον οὖν ὅτι ἢ ἔκφρων ἐγένετο τῷ λογιϲμῷ, ἐκπλαγεὶϲ τῷ κινδύνῳ, ἤ πάντωϲ Ἕλληϲιν ἑλκύϲαι ἠθέληϲεν αὐξων τὸ κατόρθωμα. ἢ καὶ δι’ οἰκονομίαν ὁ ποιητὴϲ ἐϲεϲώκει τὸν Πάριν· ἐλέλυτο γὰρ τὰ τῆϲ ὑποθέϲεωϲ τῷ ἐκείνου θανάτῳ. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆϲ Ἀφροδίτηϲ ϲφαλλόμενοϲ, ἢ καὶ τοῖϲ ὅπλοιϲ ἀπογνούϲ, ἢκαὶ ὅτι ἴϲον θανάτου ἦν τὸ ὑπεκϲτῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενοϲ, ὅπερ ἠν μεῖζον. οiτω γὰρ ἂν ἀξίωϲ ἐτιμωρήϲατο αὐτὸν ἤ ϲυντόμωϲ ἀνελών.