Ancient Greek · ~2 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 379-2
Not analysed yet
379. 80. αὐτὰρ ὁ ἂ ψ ἐπόρουϲε κατακτάμεναι μενεαίνων ἐγχε ϊ χαλκεῖ ῳ. ἀδύνατόν φαϲιν είναι κατὰ τὸ ἐγχείρημα. ἐρρίφη γὰρ, φηϲὶν, . ἤδη τὸ ἔγχοϲ· ἠίχθη παλάμηφιν ἐτὠϲιον (v. 369). λύεται δὲ ἀπὸ τοῦ ἔθουϲ. δύο γὰρ δόρατα φέρειν νενομιϲμένον ἦν, ὡϲ πολλαχοῦ λέγει· πά λλων δ’ ὀξέα δοῦρα κατὰ ϲτρατὸν ᾤ ὔχετο πάντη (Ζ 104). ἢ ἀπὸ τοῦ καιροῦ· οὐ γὰρ ἔτυχε τότε ἀπολόμενον τὸ ἔγχοϲ, ἀλλ’ ἐπὶ τῷ Ἀλεξάνδρῳ ὑπάρχον, οὗ κατεκυριεύθη. καὶ πῶϲ φηϲιν ἐκ δέ μοι ἔγχοϲ ἠίχθη; ἢ ὅτι δύο δόρατα ἐβάϲταζεν ἢ τῶν παρόντων ἥρπαϲεν · ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχειριϲόμενοϲ ἐπεδίωκεν.