Ancient Greek · ~7 min
365 to 563
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 365-2-563
Not analysed yet
365. ad v. 343 sqq. 388 sqq. τὸ ἀμφὶ δὲ ϲάλπιγξεν μέγαϲ οὐρανόϲ, ἄιε δὲ Ζεύϲ, ἐγέλαϲϲε δέ οἱ φίλον ἦτορ γηθοϲύνη, ὅθ’ ὁρᾶτο θεοὺϲ ἔριδι ξυνιόνταϲ δοκεῖ ἐναντίον εἶναι τῷ ὑπὸ Διὸϲ λεγομένῳ πρὸϲ Ἄρεα ,αἰεὶ γάρ τοι ἔριϲ τε φίλη πόλεμοί τε μάχαι τε (Ε 890. 91). ἡ δὲ λύϲιϲ ἐκ τῆϲ λέξεωϲ· τὸ γὰρ αἰεί προϲκείμενον τὴν διαφωνίαν ἔλυϲεν. 407. εἰ οὖν ἑπταπέλεθροϲ ὁ Ἄρηϲ, πῶϲ τὸ δόρυ Διομήδουϲ τρῶϲαι αὐτὸν δύναται κατὰ κενεῶνοϲ (Ε 857); ὅτι νῦν ἀνδρὶ εἴκαϲται· πάρα γάρ οἱ κεῖνοϲ Ἄρηϲ, φηcὶ. βροτῷ ἀνδρὶ ἐοικώϲ (Ε 604) εἰ δὲ ζητοίηϲ, πῶϲ Διομήδηϲ ἔφθαϲε τρῶϲαι τὸν τηλικοῦτον, ἴϲθι ὡϲ ϲυνεργούϲηϲ Ἀθήνηϲ. 443 sqq. πῶϲ δὲ, φηϲὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆϲ παρὰ Λαομέδοντι θητείαϲ. Ποϲειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποϲειδῶν εἰκότωϲ· καὶ γὰρ Ἕλληϲι βοηθεῖ καὶ προϲέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνηϲικακεῖ, διότι μᾶλλον τιμᾶται παῤ αὐτῶν· πάϲα δὲ χάριϲ, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦϲαι (Thuc. I. 42, 3). 506. ἀφελὴϲ ἡ διάθεϲιϲ καὶ μὴ πρέπουϲα γυναικὶ καὶ μάλιϲτα παρθένῳ. ἢ τάχα ὡϲ θυγάτηρ τοῦτο ποιεῖ. ἡ δὲ Ἀφροδίτη οὐκ ἐντὸϲ τοῖϲ γούναϲι. γόναϲι τοῦ Διόϲ, ἀλλ’ ἐντὸϲ τοῖϲ τῆϲ Διώνηϲ, καίτοι γεγαμημένη οὖϲα (Ε 370). πῶϲ δὲ ἡ μὲν ἐμπίπτει, ἡ δὲ ἐφέζεται; ὅτι ἐκείνη διὰ τὸ καταπονεῖϲθαι τῇ πληγῇ ἐφέζεϲθαι οὐ δύναται. 563. τὸ μή μ’ ἀπαειρόμενον πόλιοϲ πεδίονδε νοήϲῃ μετενήνεκται ἀπὸ τῶν πλεόντων καὶ ἐπαιρόντων τοὺϲ ἱϲτούϲ· ἱϲτὸν δ’ εἰλάτινον κοίληϲ ἔντοϲθε μεϲόδμηϲ ϲτῆϲαν ἀείραντεϲ (β 124). οὕτω δὲ λέγουϲι καὶ τὸ ἐπαίρειν. οὕτωϲ ἔχει καὶ τὸ μῆλα γὰρ ἐξ Ἰθάκηϲ Μεϲϲήνιοι ἄνδρεϲ ἄειραν (φ 18) ἀντὶ τοῦ ἀείραντεϲ ἀπήλαϲαν.