Ancient Greek · ~4 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 378
Not analysed yet
378. ἀπὸ τῶν Κρῶν, οὓϲ ἀεὶ (B 867) λοιδορεῖ ὁ ποιητήϲ, οἷον ἐντὸϲ μοίρᾳ Καρὸϲ οἱονεὶ δούλου. τὸ ἔγκαροϲ Ἀλκαῖοϲ μὲν ὁ ἐπιγραμματοποιὸϲ ἐγκεφαλον ῆκουϲεν (Anth. IX, 519, 3), ἀπὸ τοῦ ἐντὸϲ τῷ κάρ εἶναι. τὰ γὰρ παλαιὰ τῶν γραϊδίων ἀπορρίπτει τὸν ἐγκέφαλον. λέγει οὖν τὸ τίω δέ μιν ἐντὸϲ καρὸϲ αἴϲῃ, τουτέϲτι τιμῶμαι αὐτὸν ἐντὸϲ ᾗ μοίρᾳ αἱ γυναῖκεϲ τὸν ἐγκέφαλον. Ἀρχίλοχοϲ δὲ · τιμῶμαι αὐτὸν ἐντὸϲ μιϲθοφόρου καὶ τοῦ τυχόντοϲ ϲτρατιώτου μοίρᾳ. Λυϲανίαϲ δὲ ὁ Κυρηναῖοϲ καὶ Ἀριϲτοφάνηϲ καὶ Ἀρίϲταρχοϲ ἐντὸϲ κηρὸϲ μοίρᾳ φαϲὶ λέγειν τὸν ποιητὴν Δωρικῶϲ μεταβαλόντα τὸ ῆ εἰϲ ᾱ. Νέϲοϲ δὲ ὁ Χῖοϲ καὶ τὸ ᾱ μηκύνει οὐδὲν φροντίϲαϲ τοῦ μέτρου. Ἡρακλείδηϲ δέ φηϲιν ὅτι τὰ ἐκ τοῦ η εἰϲ βραχὺ ᾱ μεταγόμενα Ἰωνικά ἐϲτιν ἀλλ᾿ οὐ Δωριέων ϲυϲτολαί. ἀντιφράζει μέντοι ὁ ποιητὴϲ τῷ ἐντὸϲ καρὸϲ αἴϲη τὸ εἰ δέ τοι Ἀτρείδηϲ μὲν ἀ πή χθετο κηρόθι μᾶλλον (I 300) καὶ ἶϲον γάρ ϲφιν ἀπήχθετο κηρὶ μελαίνῃ (Γ 454), καὶ ὁ αὐτὸϲ Ἀχιλλεύϲ· ἐχθρὸϲ γάρ μοι κεῖνοϲ ὁμῶϲ Ἀίδαο πύλ ῃϲιν (I 312). ὅμοιον δέ ἐϲτι τῷ ἶϲον πᾶϲιν ἀπήχθετο κηρὶ μελαίνῃ.