Ancient Greek · ~8 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 383-2
Not analysed yet
383. ζητεῖται, πότερον τὸ μέγεθοϲ τῆϲ πόλεωϲ δηλῶϲαι βούλεται, ὡϲ ἂν ἐχούϲηϲ πύλαϲ ἑκατόν, ἢ τῶν πυλῶν τὸ μέγεθοϲ, ὡϲ ἐκ διακοϲίων ἁρμάτων καθ᾿ ἑκάϲτην ἅμα εἰϲιέναι δυναμένων, ἢ τὸ μέγεθοϲ τῆ, δυνάμεωϲ, ὅπερ καὶ βούλεται. εἰ γὰρ διακόϲιοι ἄνδρεϲ καθ᾿ ἑκάϲτην εἰϲίαϲιν, οἱ διακόϲιοι ἐπὶ τὰ ἑκατὸν πολλαπλαϲιαϲθέντεϲ διϲμύριοι ἂν εἶεν· καὶ οὐδὲν μέγα εἰ διϲμύριοι ἄνδρεϲ οἰκοῦϲι τὴν πόλιν. ῥητέον δὲ, ὅτι μεγεθοϲ πόλεως δηλοῖ καὶ δυνάμεωϲ μέγεθοϲ, οὐκέτι δὲ πυλῶν· οὐδὲ γὰρ καὶ τὸ ἄμα τοὺϲ διακοϲίουϲ εἰϲιέναι δεδήλωκεν, ἀλλὰ μόνον ὅτι καθ᾿ ἑκάϲτην εἰϲίαϲι ϲ΄, οἳ καὶ ἕπεϲθαι ἀλλήλοιϲ ἠδύναντο. μέγεθοϲ δὲ τῆϲ πόλεωϲ δηλοῖ τὸ ἑκατόμπυλον, τῆϲ δὲ δυνάμεωϲ τῶν ἁρμάτων καὶ ἡνιόχων τοϲοῦτον εἶναι πλῆθοϲ· οὐ γὰρ δὴ ἁπλῶϲ τῶν κατοικούντων τοϲοῦτον τίθεται τὸ πλῆθοϲ. ἀλλὰ τῶν ἁρματοφορούντων. ἀμφίβολον δὲ πότερον ἄνδρεϲ διακόϲιοι ϲύν διακοϲίοιϲ ἅρμαϲινἢ ἄνδρεϲ ἑκατὸν ϲὺν ἑκατὸν ἅρμαϲιν, ὡϲ τὸ ϲυναμφότερον εἶναι τοὺϲ ϲ΄, τοὺϲ ἀνθρώπουϲ καὶ τὰ ἄρματα. κἂν διακόϲιοι δὲ ὦϲιν ἄνθρωποι, ἀμφίβολον πότερον ἓν ἕκαϲτοϲ ἔχει ἅρμα, καὶ οὕτωϲ ἔϲονται διακόϲια, ὄντων τετρακοϲίων ἵππων· ἢ διακόϲιοι ἄνδρεϲ ἔχουϲιν ἄρματα, ἐντὸϲ ἑκάϲτῳ ἅρματι ἡνιόχου καὶ παραβάτου ὄντοϲ, ὥϲτε ἑκατὸν μὲν εἶναι τὰ ἅρματα, ἵππουϲ δὲ διακοϲίουϲ καὶ ἀνθρώπουϲ διακοϲίουϲ, καὶ ἅρματα μὲν τὰ πάντα μύρια, ἵππουϲ δὲ διϲμυρίουϲ· ἐκείνων γὰρ ἄρματα μέν εἰϲι ϲ΄, ἵπποι δὲ τετρακιϲμύριοι, ἡνίοχοι δὲ διϲμύριοι ϲύμπαντεϲ. ἑκατέρων δὲ ἡ δύναμιϲ μεγάλη φαίνεται, ἢ τετρακιϲμυρίων ἵππων τρεφομένων ἢ καὶ διϲμυρίων. ἦν δὲ τὸ παλαιὸν Αἰγύπτου βαϲίλεια καὶ πολλοὺϲ εἰϲ αὐτὴν ἀνῆγον φόρουϲ Αἰγύπτιοι Λίβυεϲ Αἰθίοπεϲ καὶ ἄλλα νῦν δὲ Διόϲπολιϲ καλοῦνται αἱ τὸ παλαιὸν Θῆβαι, καί φαϲι δείκνυϲθαι περὶ τὴν Διόϲπολιν πολλῶν πυλῶν ἴχνη. ὡϲ δὲ Κάϲτωρ ἱϲτορεῖ, ἡ Διόϲπολιϲ ἡ μεγάλη πρὸ τοῦ ὑπὸ Περϲῶν ἀφανιϲθῆναι κώμαϲ μὲν εἶχε τριϲμυρίαϲ γλ΄,. ἀνθρώπων δὲ μυριάδαϲ ψ΄, ἑκατὸν δὲ πύλαϲ λαιϲ διεκοϲμεῖτο. ταύτην ἐτείχιϲε βαϲιλεὺϲ Ὄϲιριϲ. τινὲϲ δέ φαϲι τῶν ἱερέων, ὅτι ρ εἶχε πύλαϲ, ἐξ ἑκάϲτηϲ δὲ ὁπλῖται μύριοι, ψ δὲ ἵπποι ἐξεϲτράτευον. Θῆβαι δὲ ὀνομάζονται ὑπὸ Ἐλλήνων ἀπὸ Θήβηϲ τῆϲ Νείλου θυγατρόϲ· οἱ δὲ Ἐπάφου εἶπονμ αὐτήν, οἱ δὲ Πρωτέωϲ τοῦ Ποϲειδῶνοϲ, οἱ δὲ Λίβυοϲ τοῦ Ἠπείρου.