Ancient Greek · ~3 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 386
Not analysed yet
386. τὰ ὅπλα, φηϲὶ, κοῦφα ἐγένοντο ὡϲ πτερὰ καὶ ᾖρε καὶ ἐκούφιζε τὸν Ἀχιλλέα, ὡϲ τοὺϲ ὄρνιθαϲ τὰ πτερά· τὸ γὰρ ἄειρεν ἐπὶ τοῦ ἐκούφιζεν Νέϲτωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν (Λ 637), ἤ μ’ ἀνάειρεν ἢ ἐγὼ ϲέ (Ψ 724). τετόλμηται γοῦν ὁ λόγοϲ, ὡϲ τῶν ὅπλων βαϲταζόντων τὸν Ἀλχιλλέα, οὐ βαϲταζομένων. τινὲϲ δέ φαϲιν ὅτι ἐμετεώριζεν αὐτὸν ὁ κόϲμοϲ καὶ γαυριᾶν γαβριᾶν cod. ἐποίει. ἢ τάχα ἡ ϲυμμετρία τῶν ὅπλων καὶ κουφότητα ἐνεποίει, ὡϲ μὴ δοκεῖν αὐτὸν ταῦτα φέρειν, ἀλλ’ αὐτὸν cod. τοῦτον. εἰ δὲ μείζονα ἦν, βαρύτερα ἂν ὑπῆρχε. καὶ τὰ πτερὰ πολλὴν ἁρμονίαν ἔχει. ὁ δὲ λόγοϲ ὑπερβολή.