Ancient Greek · ~2 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 389
Not analysed yet
389. τὸ ἀλλά μιν οἶοϲ ἐπίϲτατο πῆλαι Ἀχιλλεύϲ ἐξηγοῦν- ται ἀντὶ τοῦ ἠδύνατο· προειπὼν γάρ φηϲι· τὸ μὲν οὐ δύνατ’ ἄλλοϲ Ἀχαιῶν πάλλειν. πλανῶνται δέ· τῇ γὰρ ἐπιϲτήμῃ καὶ τὴν δύναμιν προϲάπτει, ὥϲ πού φηϲιν· ἐπεὶ οὐδ᾿ ἐμὲ νήιδά γ᾿ οὕτωϲ ἔλπομαι ἐντὸϲ Ϲαλαμῖνι γενέϲθαι τε τραφέμεν τε (Η 198) καὶ φῶθ᾿ Ἡρακλῆα μεγάλων ἐπιίϲτορα ἔργων (φ 26), τουτέϲτιν ἐπιγνώμονα καὶ ἐπιϲτήμονα, ὡϲ τὸ ἴϲτορα δ’ Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω (Ψ 486). ἄμφω. δ’ ἱέϲθην ἐπὶ ἴϲτορι πεῖραρ ἑλέϲθαι (Ϲ 501), τουτέϲτιν ἐπὶ ἐπιϲτήμονι δικῶν κρίϲεωϲ.