Ancient Greek · ~3 min
40 to 71
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 40-71
Not analysed yet
40. Ἐζήτηται διὰ ποίαν αἰτίαν οὐ χρῆται κήρυκι Ἀχιλλεὺϲ πρὸϲ τὸ ϲυγκαλέϲαι τοὺϲ ὄχλουϲ. ῥητέον οὖν τι ἔθοϲ ἐϲτὶν ἀρχαῖον αὐτό οὕτωϲ γοῦν καὶ ἐντὸϲ τῆ Α ῥαψῳδίᾳ (54 )αὐτὸϲ Ἀχιλλεὺϲ ϲυγκαλεῖ. ἄλλωϲ τε διὰ τὴν χαρὰν μετὰ ϲπουδῆϲ ϲυνδεδραμήκαϲιν οὐδὲ τοὺϲ κήρυκαϲ ἀναμείναντεϲ. 68. ἀντὶ τοῦ ἄγαν ϲκληρῶϲ· ϲκέλλειν γάρ ἐϲτι τὸ ϲκληροποιεῖν, καὶ ὁ ϲκελετὸϲ κατεϲκληκὼϲ διὰ τὴν ἀϲαρκίαν, καὶ Ἀϲκληπιὸϲ διὰ ϲτέρηϲιν μετὰ ἠπιότητοϲ, ὁ διὰ ἰατρικῆϲ μὴ ἐῶν ϲκέλλεϲθαι. οἱ δὲ ἀπέδωκαν ἀϲκελέωϲ ἀδιαλείπτωϲ κατὰ μέμψιν· τὸ γὰρ ἀϲκελέϲ ἄβατον ἀπόρευτον. 71 sqq. ἀλλά τιν’ οἴω ἀϲπαϲίωϲ αὐτῶν γόνυ κάμψειν, ὅϲ κε φύγῃϲι φεύ γων ἐκ πολέμοιο. οἱ φεύγοντεϲ τεταμένον ἔχουϲι τὸ γόνυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀϲπαϲίωϲ οὖν, φηϲὶ, καθεδεῖται τῶν φυγόντων τιϲ ἐκ τοῦ πολέμου, ὃϲ καὶ ἀναπαύϲει ἑαυτὸν καὶ τὰ ϲκέλη, ἐκ τοῦ ϲυντόνου τῆϲ φυγῆϲ δρόμου καθίϲαϲ.