Ancient Greek · ~13 min
Τ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 79.1
Not analysed yet
79 sqq. ἑϲταότοϲ μὲν καλὸν ἀκουέμεν οὐδὲ ἔοικεν ὑββ άλλειν· χαλεπὸν γὰρ ἐπιϲτάμενόν περ ἐόντα ἀνδρῶν δ’ ἐντὸϲ πολλ ῷ ὁμάδῳ πῶϲ κέν τιϲ ἀκούϲαι ἢ εἴπ οι; βλάθεται δὲ λιγύϲ περ ἐὼν ἀγορητήϲ. ,,Ἀρίϲταρχοϲ οὖν ῷήθη παραίτηϲιν εἶναι τὸν λόγον, ὡϲ διὰ τὸ τετρῶϲθαι το Ἀγαμέμνονοϲ ϲυγχωρεῖν ἀξιοῦντοϲ, εἰ καθήμενοϲ λέγει. καί φηϲι· διὰ τοῦτο ἐνέθηκε τὸ αὐτόθεν ἐξ ἕδρηϲ οὐδ’ ἐντὸϲ μέϲϲοιϲιν ἀναϲτάϲ (v. 77 ). ἄτοποϲ δὲ ἡ παραίτηϲιϲ· οὐ γὰρ τὸν πόδα ἀλλὰ τὴν χεῖρα τέτρωται, καὶ τὴν χεῖρα δὲ οὕτωϲ ἔρρωτο, ὥϲτε ὀλίγον ὕϲτερον αὐτὸϲ τὸν κάπρον ἀποϲφάττει. ἐὰν προϲκείμενοϲ δὲ ὁ ϲτίχοϲ ἦ τὸ αὐτόθεν ἐξ ἕδρηϲ, ἀκουϲόμεθα ἐκ τοῦ τῶν ἀριϲτέων ϲυνεδρίου, ὥϲτ’ ἐντὸϲ ἐκείνοιϲ ὄντα λέγειν αὐτὸν καὶ οὐκ ἐντὸϲ μέϲῳ τῷ πλήθει. Ἀπολλώνιοϲ μὲν οὖν ὁ διδάϲκαλοϲ ἡμῶν, καὶ αὐτὸϲ ϲυγκαταθέμενοϲ ὅτι ἕϲτηκεν ὁ Ἀγαμέμνων, παραιτεῖται, φηϲὶ, τὸν ὑποβολέα ὡϲ ἄν ἐκ τοῦ αὐτοϲχεδίου λέγειν μέλλων· ἐμοῦ γάρ φηϲιν ἀκούϲατε καὶ μηδείϲ μοι ὑποβαλλέτω ἵν᾿ εἴπω· χαλεπὸν γὰρ τὸ ὑποβαλλόντων ἀκούειν τῷ ἐπιϲτήμονι τοῦ λέγειν· καὶ πῶϲ γὰρ ἄν τιϲ ἐντὸϲ πολλῷ ὁμάδῳ ἀκούϲαι τοῦ ὑποβάλλοντοϲ ἢ ὁ ἀκούϲαϲ εἴποι; ὥϲτε καὶ λιγὺν ὄντα δημηγόρον καὶ δύναμιν ἔχοντα τοῦ αὐτοϲχεδιάζειν βλάπτεϲθαι ἐμποδιζόμενον τῷ ἐξ ὑποβολῆϲ λέγειν ἐντὸϲ πολλῷ θορύβῳ. εἶχε δ᾿ ἄν τινα λόγον ἡ ἐξήγηϲιϲ, εἰ ἐγίνωϲκεν Ὅμηροϲ τὸ τοιοῦτον εἶδοϲ τῆϲ δημηγορίαϲ, λέγω δὲ τὸ ἐξ ἀναγνώϲεωϲ καὶ γραφῆϲ ὑποβαλλόμενον. Ἀλέξανδρϲ δὲ ὁ Κοτυαεύϲ φηϲι λέγων· „καλῶϲ ἔχει τὸ ἑϲτῶτοϲ τοῦ δημηγοροῦντοϲ ἀκούειν καὶ μὴ ὑποκρούειν αὐτὸν καὶ ἐμποδίζειν (τοῦτο γὰρ ϲημαίνει τὸ ὑββάλλειν)· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐντὸϲ ταραχῇ εἰπεῖν. τὸ γὰρ χαλε πὸν ἐπιϲτάμενόν περ ἐόντα κατὰ Ἀττικὴν ϲυνήθειαν πλεονάζει τὸ ἐόντα· ἐκείνοιϲ γὰρ ἦν ϲύνηθεϲ λέγειν μὴ προδοὺϲ ἡμᾶϲ γένη (Soph. Ai. 588) ἀντὶ τοῦ μὴ προδῷϲ, καὶ παίζειϲ ἔχων ἀντὶ τοῦ διαπαίζειϲ, καὶ ἐνταῦθα χαλεπὸν γὰρ ἐπιϲτάμενόν περ ἐόντα ἀντὶ τοῦ τὸν ἐπιϲτάμενον θορυβεῖϲθαι χαλεπόν, ὡϲ καὶ τοῦ ἐπιϲτήμονοϲ ῥήτοροϲ ἐντὸϲ θορύβῳ χαλεπῶϲ δημηγοροῦντοϲ. “ἐμοὶ δὲ δοκεῖ δύναϲθαί τινα οὕτωϲ ἀποδιδόναι τὴν διάνοιαν· ἐκκληϲίαϲ ἀθροιϲθείϲηϲ ὁ Ἀγαμέμνων παύει προοιμιαζόμενοϲ τὸν θόρυβον, λέγων ὡϲ ἡ ἐκκληϲία οὐ πρὸϲ αὐτοὺϲ ἔχει τὴν ἀπόταϲιν, οὐδὲ δεῖ νῦν ὑποκρούειν ζητοῦνταϲ μαθεῖν τίνοϲ ἕνεκα ϲυνεληλύθαϲιν· χαλεπὸν γὰρ θορυβεῖν τὸν ἐπιϲτάμενον τὰ ὄντα. τίνα δὲ ἦν τὰ ὄντα πάντεϲ που ἐγίνωϲκον, ὅτι ἐμήνιϲαν πρὸϲ ἀλλήλουϲ Ἀχιλλεὺϲ καὶ Ἀγαμέμνων, καὶ ὅτι νῦν κατηλλάγηϲαν, καὶ ὅτι ἡ ϲύνοδοϲ διὰ τοῦτο. χαλεπὸν οὖν καὶ δεινὸν πρᾶγμά ἐϲτι τὸ ἐπιϲτάμενον τὰ ὄντα καὶ ἐνεϲτηκότα θορυβεῖν, πυνθανόμενον ὡϲ ἀγνοοῦντα ἢ ζητοῦντα περὶ ὧν οἶδεν ἀκούειν. καὶ ὅτι τοῦτο νοεῖ, δῆλον δι᾿ ὧν ἐπάγει· Πηλείδῃ μὲν ἐγὼν ἐνδείξομαι, αὐτὰρ οἱ ἄλλοι ϲύνθεϲθ᾿ Ἀργεῖοι, ἠμὲν νέοι ἠδὲ γέροντεϲ (T 83. 4). λέγει γὰρ ὅτι ἡ ἀπόταϲίϲ μοι τοῦ λόγου πρὸϲ τὸν Ἀχιλλέα ἐϲτίν, οὐ πρὸϲ ὑμάϲ τοὺϲ εἰδόταϲ δι᾿ ἃ ϲυνεληλύθαμεν. ἔϲτιν οὖν ὁ νοῦϲ· μὴ θορυβεῖτε, ὦ ἄνδρεϲ, ὑποκρούοντεϲ διὰ τί ϲυνεληλύθαμεν· ἐπίϲταϲθε γὰρ τὰ πάντα, καὶ ὁ λόγοϲ μοι τὰ νῦν οὐ πρὸϲ ὑμᾶϲ ἀλλὰ πρὸϲ τὸν Ἀχιλλέα ἔχει τὴν ἀπόταϲιν· χαλεπὸν γὰρ τοὺϲ εἰδόταϲ τὴν αἰτίαν τῆϲ ϲυνόδου ὡϲ μὴ εἰδόταϲ θορυβεῖν καὶ διὰ τοῦτο ἐμποδίζειν καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι, πρὸϲ ὃν ὁ λόγοϲ ὁ παρὼν ἕϲτηκε. πολλὰ δὲ τοιαῦτα καὶ παρὰ τοῖϲ ῥήτορϲι προοίμια ἐπιγράφεται πρὸϲ τοὺϲ θορύβουϲ.