Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 42
Not analysed yet
42. πῶϲ δὲ Ἕλληϲιν ἐπαρᾶται τοῖϲ εὐφημήϲαϲι δοθῆναι αὐτῷ τὴν θυγατέρα; φαμὲν οὖν ὅτι, εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητοϲ ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ ἢ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτοϲ ἐγένετο ἡ Χρυϲηίϲ· ἢ ὅτι αὐτοὶ Θήβαϲ πορθήϲαντεϲ ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμνων ἄλυποϲ ἦν, ζῶν δὲ καθ᾿ ἡμέραν ἀποθνήϲκει βλέπων ἀπολλυμένουϲ τοὺϲ· ὄχλουϲ· καὶ ὅτι ϲυμπεριλαμβάνεται καὶ αὐτὸϲ τοῖϲ Δαναοῖϲ· καὶ ὅτι πᾶϲιν ἀρᾶται, διότι μὴ πάντεϲ ἐπέϲχον τὴν τοῦ βαϲιβλέωϲ ὕβριν· καὶ ὅτι ὡϲ βάρβαροϲ ὁ Χρύϲηϲ πᾶϲιν Ἕλληϲιν ἐχθρόϲ ἐϲτιν. ἀπρεπὲϲ δοκεῖ κατὰ μὲν τοῦ ὑβρίϲαντοϲ Ἀγαμέμνονοϲ μὴ ἀρᾶϲθαι ἀλλὰ κατὰ τῶν εὐφημηϲάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆϲ λέξεωϲ, ὅτι ἐν τοῖϲ Δαναοῖϲ ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προϲώπου, ὅτι βάρβαροϲ καὶ πᾶϲιν ἐχθρόϲ· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν ϲυνέφερεν αὐτῷ ϲώζεϲθαι, τῶν δὲ νοϲηϲάντων καὶ ἀπολαβεῖν ἂν τὴν θυγατέρα.