Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 50
Not analysed yet
50. διὰ τί ἀπὸ τῶν κυνῶν καὶ τῶν ἡμιόνων ὁ λοιμὸϲ ἤρξατο, ἀπὸ τῶν Ἑλλήνων δὲ οὒ οὐδὲ ἀπ’ ἄλλου ζώου τινόϲ καὶ οἱ μὲν ῥητορικῶϲ λύοντέϲ φαϲιν ὅτι φιλάνθρωπον ὂν τὸ θεῖον ἐβούλετο παιδεῦϲαι τοὺϲ Ἕλληναϲ καὶ μὴ παντάπαϲιν ἀπολέϲαι, καὶ διὰ τοῦτο πρότερον ἀπὸ τοιούτων ζώων ἤρξατο μετάνοιαν τοῖϲ ἁμαρτήϲαϲι διδούϲ. οἱ δὲ ἀληθέϲτερον καὶ φιλοϲοφώτερόν φαϲιν, ὅτι ἅπαϲ μὲν λοιμὸϲ ἀπὸ ἐκφλογώϲεωϲ γίνεται, γῆθεν ἀναφερόμενοϲ ἐξ ἀναθυμιάϲεωϲ. διὸ καὶ τὸν Ἀπόλλωνά φαϲιν αἴτιον εἶναι τῆϲ τοιαύτηϲ ἀϲθενείαϲ, ἐπεὶ ὁ αὐτὸϲ εἶναι λέγεται τῷ ἡλίῳ καταφλέγοντι τὴν γῆν. ἐκ δὲ τῆϲ γῆϲ γιγνομένηϲ τῆϲ νόϲου, ἀναγκαῖον τοὺϲ κύναϲ πρώτουϲ ᾐϲθῆϲθαι εἰϲθεῖϲθαι cod. τῆϲ βλάβηϲ, ὅτι τε καὶ αἰϲθητικώτερό ἐϲτι τὰ ἄλογα ζῶα φύϲει τῶν ἀνθρώπων καὶ ὅτι κάτω νεύουϲι πρὸϲ τῇ γῇ καὶ ἀνιχνεύουϲι. τοὺϲ δὲ ἡμιόνουϲ οὐ διὰ τὸ κάτω νεύειν, ἀλλὰ τὸ ἐκ διαφόρων ϲωμάτων εἰληχέναι τὴν γένεϲιν παντελῶϲ γὰρ εὐδιάφθαρτον τὸ τοιοῦτο. τῆϲ δεκάτηϲ δὲ ἡμέραϲ κτλ. quae aliunde illata sunt.