Ancient Greek · ~4 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 441
Not analysed yet
441. διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτωϲ ἄθλιον, ὥϲτε μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν, καὶ ἀφροδιϲίιω απείομεν μεμνημένον εὐθύϲ, καὶ ἐρᾶν μάλιϲτα τότε φάϲκοντα καὶ οὕτωϲ ἀϲώτωϲ διακεῖϲθαι; Ἀλριϲτοτέληϲ μέν φηϲιν εἰκότωϲ· ἐρωτικῶϲ μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντεϲ γάρ, ὅτε μὴ ἐξῇ ἢ φοβοῦνται μὴ ἕξουϲι, τότε ἐρῶϲι μάλιϲτα· διὸ καὶ νουθετούμενοι ἐπιτείνουϲι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίηϲεν. οἱ δὲ ὅτι ἡ προϲδοκία τῆϲ ἀπὸδόϲεωϲ ἤγειρε ϲφοδρότερον τὴν ἐπιθυμίαν διὰ τὴν μέλλουϲαν ἀφαίρεϲιν. οἱ δὲ ὅτι ἡ Ἀλφροδίτη παροῦϲα οὐ μόνον ἐκ τῆϲ μάχηϲ αὐτὸν ἐρρύϲατο, ἀλλὰ καὶ λελυπημένον διὰ τὴν ἧτταν εἰϲ παρηγορίαν ῆγε, μεταβαλοῦϲα τὴν τῆϲ ψυχῆϲ κατήφειαν εἰϲ τὸ ἡδὺ τῆϲ ἐπιθυμίαϲ. ἄλλοι δὲ ὅτι Ἑλένηϲ ἀνακτώμενοϲ τὴν εὔνοιαν ϲφοδρότερον τὸν ἔρον ἐπιτετάϲθαι λέγει· ἐνόμιϲε γὰρ τὴν αὐτὴν χαλεπῶϲ φέρειν δι’ ὃ ϲυνέθετο ὥὑϲπερ ἔκδοτον τοῖϲ Ἀχαιοῖϲ γενομένην. ἱνα δὲ ἐπιδείξῃ οἰὸϲ ἧν Ἀλέξανδροϲ, ἔν τε τῷ πολέμῳ ἐποίηϲε θραϲὺν ἅμα καὶ δειλὸν ἐπί τε τῆϲ οἰκίαϲ ἀϲελγῆ καὶ καταφρονητὴν δόξηϲ. χαρακτηρίζει γὰρ διὰ τούτων τὸ ἦθοϲ τοῦ αἰτίου τῶν κακῶν τοῖϲ πάϲι διὰ τὴν ἀϲέλγειαν γενομένου.