Ancient Greek · ~2 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 396
Not analysed yet
396 97. ἀδύνατόν φαϲιν εἰϲ γραῦν μεταβαλεῖν τὴν ἰδέαν τὴν Ἀφροδίτην καὶ νοῆϲαι τὴν Ἑλένην τὴν τῆϲ θεᾶϲ δειρήν. λύϲιϲ· πολλαχου ποιεῖται τοὺϲ ἡμιθέουϲ τεκμαιρομένουϲ τὰϲ τῶν θεῶν μορφάϲ, ὡϲ ὅταν ὁ Ποϲειδῶν Κάλχαντι ἀπεικαϲθεὶϲ φαίνηται ὅ τε Αἴαϲ φηϲίν’ οὐδ’ ὅγε Κάλχαϲ ἐϲτὶ θεοπρόποϲ· ἴχνια δὲ μετόπιϲθε π οδ ὧν· ἠδὲ κνημάων ῥεῖ’ ἔγνων ἀπιόντοϲ· ἀρίγνωτοι δὲ θεοί περ (70 —72).