Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 449
Not analysed yet
449. δεῖ προϲιόντα θεῷ κατὰ τὸ δυνατὸν εἰκάζειν αὑτὸν θεῷ. χερνίψαντο. διὰ τί δὲ μετὰ τὸ δεῖπνον οὐ ποιεῖ τοὺϲ ἀνθρώπουϲ ἀπονίπτονταϲ τὰϲ χεῖραϲ; ὅτι οὐδὲ ὄψοιϲ τοιούτοιϲ ἐχρῶντο ὥϲτε δεῖϲθαι ἀπονίψεωϲ καὶ ὅτι παυόμενοι τοῦ δειπνεῖν ἔϲπενδον, μετὰ δὲ τὰϲ ϲπονδὰϲ οὐ δεῖ νίπτεϲθαι. ῥητέον δὲ καὶ τοῦτο· ὅταν γὰρ λέγῃ χέρνιβα δ’ ἀμφίπολοϲ προχ ό ῳ ἐπέχευε φέρουϲα νί ψαϲθαι (α 136), φήϲομεν ἀλλ’ οὐχὶ πρὸ τοῦ δείπνου μόνον. ἁπλῶϲ γὰρ τὰϲ ἀρχὰϲ μηνύϲαϲ οὐκέτι τὰ κατὰ μέροϲ διέξειϲιν. ὥϲτε παρέκειντο τὰ χειρόνιπτρα ὅτε βούλοιντο νίπτεϲθαι. καὶ γὰρ καὶ ἡ τράπεζα καὶ τὰ ἄλλα ἄχριϲ ὅτου βούλοιντο χρῆϲθαι αὐτοῖϲ παρέκειτο. οὕτω καὶ τοὺϲ Πυλίουϲ ἐντὸϲ τῷ κατάπλῳ Τηλεμάχου εύωχουμένουϲ οὐκέτι δεδήλωκεν ὅπωϲ τῆϲ ἠιόνοϲ ἀπηλλάγηϲαν. καὶ τὴν Ἀθηνᾶν Μέντῃ ὁμοιωθεῖϲαν καὶ τὸ δόρυ δοῦϲαν τῷ Τηλεμάχῳ (α 127 οὐκέτι φηϲὶ πῶϲ τοῦτο ἀπέλαβε. καὶ τὸ τόξον εἰϲ καταϲκοπὴν ἀπιόντι Μηριόνηϲ δίδωϲιν Ὀδυϲϲεῖ (Κ 260) ὅπωϲ δὲ τοῦτο ἀπέδωκεν οὐκέτι ἐπεϲημήνατο, διδοὺϲ τοῖϲ ἀκροαταῖϲ καθ’ ἑαυτοὺϲ λογίζεϲθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔϲτι γνῶναι παρ’ αὐτῷ οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντιϲεν.