Ancient Greek · ~4 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 420
Not analysed yet
420. διὰ τί ἡ Θέτιϲ οὐκ ᾤχετο πρὸϲ τὸν Δία ἐντὸϲ Αἰθιοπίᾳ ὄντα οὐ γὰρ δὴ πόρρω Αἰθιοπία ἦν τοῦ Ὀλύμπου· καὶ γὰρ πᾶϲ χῶροϲ ῥᾴδιοϲ οὔϲῃ θεᾷ. ῥητέον οὖν ὅτι οὐδὲν ἀναγκαῖον ἂν ἀγκαῖον Lp ἐπείγεϲθαι ἐντὸϲ τῇ ὀργῇ ἐκτελέϲαι τὰ θυμῷ φίλα τοῦ ὠργιϲμένου ἀλλὰ μᾶλλον διδόναι μετανοίᾳ μετανοίαϲ Lp τόπον. ἔπειτα οὐκ ἐπιτήδειοϲ ἦν ὁ τόποϲ περὶ ὧν ἔμελλε δεῖϲθαι, παρόντων τῶν φίλων θεῶν τοῖϲ Ἀχαιοῖϲ, ἐπεὶ καὶ ὕϲτερον οὐ παραγενομένη ἀλλ’ ὑποπτεύϲαϲα ἡ Ἥρα ἐπίϲταϲθαι ἐπειρᾶτο. ὅτι δὲ παρῆϲαν δηλοῖ· φηϲὶ γὰρ θεοὶ δ’ ἅμα π άντεϲ ἕποντο (v. 424). δοκεῖ δέ τιϲι καὶ ὅπωϲ οἱ Τρῶεϲ αἴϲθωνται τῆϲ μήνιδοϲ ὁ ποιητὴϲ ἐμβάλλειν τὰϲ ἡμέραϲ ταύταϲ, ἵνα θαρϲήϲαντεϲ ἐξέλθωϲι· πρότερον γὰρ οὐκ ἐξῄεϲαν ἀλλ’ ὅϲον ἐϲ Ϲκαιάϲ τε πύλαϲ (1 354). ἄλογον τὸ μὴ πορεύεϲθαι εὐθὺϲ εἰϲ τὴν om. L Αἰθιοπίαν. λύεται δὲ ἐκ τοῦ καιροῦ· τοῖϲ γὰρ θεοῖϲ εὐωχουμένοιϲ ἄτοπον ἐνοχλεῖν, καὶ ἄλλωϲ διὰ τὸ τοὺϲ ϲυμμάχουϲ τῶν Ἑλλήνων ἐκεῖ τυγχάνειν τυγχάνονταϲ L.