Ancient Greek · ~9 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 453
Not analysed yet
453 sqq. ἀπρεπὲϲ τοιαῦτα περὶ αὑτοῦ διεξιέναι πρὸϲ μηδὲν ἀναγκαῖον. οἱ μὲν οὖν ἀπὸ τῆϲ λέξεωϲ λύουϲιν, ὅτι προμιγῆναι οὐδεμίαν ἔχει ἀτοπίαν, οἱ δὲ ἀπὸ τοῦ καιροῦ, ὅτι τὰϲ παλλακίδαϲ διαβάλλει τὸν Ἀχιλλέα ἕνεκα τῆϲ Βριϲηίδοϲ χαλεπαίνοντα. διὰ τί ὁ Πηλεὺϲ τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα, ὥϲτε τῆ παλλακίδι τοῦ πατρὸϲ ϲυγγενέϲθαι καὶ τῷ πατρὶ ἐπιβουλεῦϲαι, ὅμωϲ διδάϲκαλον τῷ υἱῷ ϲυνέπεμψεν, ἢ ὅτι ὥϲπερ ἰατροὶ ἄριϲτοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωϲτηκότεϲ οὐδὲ ἠρρωϲτηκότεϲ μὲν μὴ εἰδότεϲ δὲ τὰ ἁμαρτήματα καὶ τὰϲ αἰτίαϲ, ἀλλ᾿ οἱ ἄμφω ἔχοντεϲ, οὕτω καὶ ϲύμβουλοι ἄριϲτοι οὐχ οἱ ἄπειροι τῶν ἁμαρτημάτων, ἀλλ᾿ οἱ ἔμπειροι, οὐδὲ οἱ ἐντὸϲ ἐμπειρίᾳ μὲν γενόμενοι μὴ οἱόμενοι δὲ ἡμαρτηκέναι. παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε, καὶ προϲεπιγνοὺϲ ὅτι ἥμαρτεν ἑαυτὸν τετιμώρηκε διὰ τῆϲ ἑκουϲίου φυγῆϲ. ὁ τοιοῦτοϲ ἂν εἴη ἄριϲτοϲ ἰατρὸϲ τῶν παιδείαϲ δεομένων. ἡ δὲ μνήμη τῆϲ περὶ τὴν παλλακὴν ἁμαρτίαϲ πρὸϲ τὸν Ἀχιλλέα οὐκ ἄκαιροϲ διὰ παλλακίδοϲ αἰτίαν ἐξαμαρτάνοντα πρὸϲ τοὺϲ Ἕλληναϲ, καὶ παράδειγμα φέροντοϲ πρὸϲ τὸν Ἀχιλλέα πατρικῆϲ πράξεωϲ· ὡϲ γὰρ ὁ Πηλεὺϲ τὸν εἰϲ παλλακὴν πλημμελήϲαντα καὶ πρὸϲ πατέρα ὁμολογήϲαντα τὸ ἀδίκημα καὶ ἱκετεύϲαντα καὶ διὰ φυγῆϲ ἐξιλαϲκόμενον τὴν τοῦ πατρὸϲ μῆνιν οὐ παρῃτήϲατο δέξαϲθαι, οὕτω τὸν ἱκετεύαντα Ἀγαμέμνονα ἀνθ’ ὧν εἰϲ τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι προϲήϲεϲθαι, μήτ᾿ οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ πρεϲβεύειν. ὡϲ πρὸϲ ὁμόνοιαν γονέων τὸ τοιοῦτον ἐποίηϲε· φηϲὶ γοῦν ἡ δ᾿ αἰὲν ἐμὲ λιϲϲέϲκετο (v. 451). καὶ πάλιν τῆϲ διχοϲταϲίαϲ αὐτῶν κρείταὑτοῦ τὴν φυγὴνἡγήϲατο. ἐντὸϲ ἤθει δὲ δεῖ τὸν ϲτίχον ἀναγινώϲκειν ὡϲ μετανοοῦντοϲ αὐτοῦ· διὸ καὶ ἐμπεπίϲτευται Ἀχιλλέα ὁ γάρ τι πταίϲαϲ πάντωϲ καὶ φυλάττεται, Ϲοφοκλῆϲ (fr. 750 D.) . ὃc μὴ πέπονθε τἀμά, μῆ βουλευέτω. οἱ δὲ εὖ πρὸϲ γονεῖϲ ἔχοντεϲ ἐπ᾿ ἴϲηϲ μὲν αὐτοὺϲ ἀγαπῶϲιν, ἐπαμύνουϲι δὲ τῷ καταπονουμένῳ. ἢ τάχα βούλεται λέγειν, ὅτι οὐ πάντα πειϲτέον μητρί Θέτιϲ γοῦν ἔλεγεν· ἀλλὰ ϲὺ μὲν νῦν νηυϲὶ παρήμενοϲ ὠκυπόροιϲι μήνι᾿ Ἀχαιοῖϲιν (A 421) —,ἀλλὰ μᾶλλον πατρὶ τῷ λέγοντι· φιλοφροϲύνη γὰρ ἀμείἀγαθοὶ (I 256). δὲ διδάϲκαλοι οἱ ἐντὸϲ παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φηϲι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἰατρικήν, τὴν δὲ περὶ τὰϲ διαίταϲ τὸν Ϲηλυβριανὸν Ἡρόδικον, ὃϲ ἐμπεϲὼν διὰ τούϲ πόνουϲ εἰϲ φθόην ἐπιπόνωϲ τὴν τέχνην ταύτην ἐμελέτηϲεν.