Ancient Greek · ~4 min
457 to 571
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 457-3-571
Not analysed yet
457. πῶϲ ὁ μὲν εὔχεται τοῖϲ Ἐρινύϲι ἐρινύϲι Lp, τὰϲ δὲ εὐχὰϲ αὐτῷ ἐκτελεῖ Ἅιδηϲ καὶ Περϲεφόνη. ῥητέον οὖν om. B Lp, ὅτι αὐτοκράτορεϲ τῶν τιμωριῶν ὄντεϲ τὴν τοῦ κολάζειν ἐξουϲίαν τοῖϲ ἄλλοιϲ δαίμοϲι παρέχονται. 468. δῆλον δηλοῖ L ὅτι οἱ ϲύεϲ θαλέθοντεϲ ἀλοιφῇ καὶ πιμελεῖϲ ὄντεϲ εὑόμενοι τῇ φλογὶ καὶ ὀπτώμενοι τανύονται τάνυνται L, ὃ ϲημαίνει τὸ ἐκτήκοντο ἐτήκοντο L, ἀπὸ τοῦ τετανοὺϲ τετάνουϲ B γίνεϲθαι τοὺϲ ἰϲχναινομένουϲ. 473. ad Ε 137 in ine operis edendum. 480. v. 453 sqq. 497. ἐναντίον δὲ ἐϲτι τὸ ϲτρεπτοὶ τοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ οὐ γὰρ αἶψψα θεῶν οὐ τρέπεται ωόοϲ (γ 147). λύοιτο δ᾿ ἂν προϲώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόοϲ ὁ ποιητήϲ φηϲιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐντὸϲ καιρῷ ὀργιζομένου Ἀχιλλέωϲ εἰκότωϲ, καὶ τοὺϲ θεοὺϲ πείθεϲθαι. 571. πῶϲ δὲ Ἅιδην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺϲ ἔρχεται; δῆλον ὡϲ ὑπηρέτιϲ.