Ancient Greek · ~4 min
Χ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 466
Not analysed yet
466 sqq. πῶϲ Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάϲχει, 2 ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατ’ ὀλίγον καὶ ἐκ προϲαγωγῆϲ δεξαμένη τὸ πάθοϲ οὐχ ἡττήθη τῷ κακῷ τοϲοῦτο, Ἀνδρομάχῃ δὲ ἀπροϲδοκήτωϲ ἐμπεϲὸν εἰκότωϲ ἐπεκράτηϲεν. οὐ λειποψυχεῖ (ἡ Ἐκάβη) ὡϲ ἐθὰϲ φόνων υἱῶν πολλῶν καὶ προαρξαμένη τῆϲ λύπηϲ ἐντὸϲ τῷ διώκεϲθαι αὐτόν. τῇ δὲ Ἀνδρομάχῃ ἀθρόον προϲέπεϲε τὸ πάθοϲ. καὶ πῶϲ ἀποψύξαϲα ἐνεργεῖ ἔϲτι δὲ ϲύνηθεϲ Ὁμήρῳ τὸ ὀφειλόμενον ἁπλῶϲ ἑρμηνεύεϲθαι ἐντὸϲ δυϲὶ περικοπαῖϲ ἐκφέρειν· αὐτὰρ ἐπὴν πάντα τελευτήϲῃϲ τε καὶ ἔρξῃϲ (α 293) ἀντὶ τοῦ ἔρξαϲ τελευτήϲῃϲ, ἄνεϲάν τε πύλαϲ καὶ ἀπῶϲαν ὁχῆαϲ (Φ 537) ἀπώϲαντεϲ ἄνεϲαν, τιμήϲῃ, ὀλέϲῃ δὲ πολέαϲ (Β 4) ἀντὶ τοῦ ὀλέϲαϲ τιμήϲῃ, φθέγγεο καὶ ἐγρήγορθαι ἄνωχθι (Κ 67) ἀντὶ τοῦ φθεγγόμενοϲ ἄνωχθι γρηγορεῖν. οὕτωϲ ἐκάπυϲϲε, τῆλε δ’ ἔχεεν (X 467. 68) ἀντὶ τοῦ χέαϲα τῆλε ἐκάπυϲϲε. τινὲϲ δὲ ὡϲ τὸ θρέψαϲα τεκοῦϲά τε (μ 134).