Ancient Greek · ~1 min
Χ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 487
Not analysed yet
487. ἕωϲ τοῦ δακρυόειϲ δέ τ’ ἄνειϲι (v. 499) ἀθετοῦνται ϲτίχοι ιγ΄, ὡϲ καὶ τὴν ϲύνθεϲιν εὐτελεῖϲ καὶ τῷ καιρῷ ἀνάρμοϲτοι· ἀδολεϲχίαν γὰρ ποιοῦϲι τοϲούτῳ προϲώπῳ περικείμενοι. ἀλλὰ ἦθοϲ γυναικῶν ἄκρωϲ ἀπεμιμήϲατο· ϲύνηθεϲ γὰρ γυναιξὶ πολυλογεῖν ἐντὸϲ τοῖϲ πένθεϲι καὶ μάλιϲτα ἐπὶ τοῖϲ παιϲὶ πάθοϲ κινεῖν.