Ancient Greek · ~11 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 478
Not analysed yet
478 sqq. διὰ τί δὲ ὄμματα καὶ κεφαλὴν τοῦ Ἀγαμέμνονοϲ τῷ Διὶ ὡμοίωϲε, ϲτέρνον δὲ Ποϲειδάωνι, τὸ δ᾿ ἐν τῷ καθοπλιϲμῷ φοβερὸν τῷ περὶ τὸν Ἄρην δεινῷ τε καὶ λαμπρῷ, καὶ ἀπὸ τῶν θείων ὑπέβη, ταύρῳ μετὰ θεοὺϲ αὐτὸν ἐξομοιῶν, τί δὲ καὶ βούλεται τὸ ϲτέρνον δὲ Ποϲειδάωνι; ϲειδάωνι; ῥητέον οὖν ὅτι τὸ μὲν ϲεμνὸν αὐτοῦ καὶ βαϲιλικὸν διὰ τῆϲ βαϲιλικῆϲ τοῦ Διὸϲ προλήψεωϲ παρέϲτηϲεν, ὡϲ ἂν βαϲιλικὰ καὶ φρονοῦντοϲ νοῦντοϲ καὶ αἰϲθομένου, τῆϲ μὲν φρονήϲεωϲ ἐκ τῆϲ ἡγεμονευούϲηϲ κεφαλῆϲ φαλῆϲ παρι ϲταμέν τῆ δὲ αἰϲθήϲεωϲ ἐκ τῶν ὀμμάτω ὑπεπβολὴ δὲ τὸ μὴ Διὸϲ κεφαλῇ καὶ ὄμμαϲιν ἐοικέναι τὴν κεφαλὴν αὐτοῦ φάναι καὶ τὰ ὄμματα, ἀλλὰ τῷ Διὶ ὅλῳ. οὐ τῷ ϲωματοειδεῖ οὖν ἀπείκαϲε θεῷ, ἀλλὰ τῇ δυνάμει τοῦ Διὸϲ τῇ βαϲιλικῇ τε καὶ ἀρχικῇ. ὀφθεὶϲ γὰρ μόνον νον ἐκ τῆϲ κεφαλῆϲ καὶ τῶν ὀφθαλμῶν διέφηνε τὸ βαϲιλικὸν κράτοϲ. τὸ δ’ εὔρωϲτον καὶ δυναμικὸν αὐτοῦ, ὅπερ περὶ τὸν θώρακα καὶ τὸ ϲτέρνον καθιδρῦϲθαι λέγεται, Ποϲειδῶνι ἀπείκαϲε τῷ ἐνοϲίχθονι, οὗ καὶ ἐρχομένου, φηϲὶ, τρέμε δ’ o ὔρεα μακρὰ καὶ ὕλη (Ν 18), τὸ δὲ φοβερὸν βερὸν τῆϲ καθοπλίϲεωϲ τῷ Ἄρει. ἦν οὖν τὴν μὲν κρίϲιν καὶ τὴν φρόνηϲιν νηϲιν τὴν βαϲιλικὴν ἔχων τοῦ Διὸϲ, τὴν δὲ δύναμιν καὶ τὴν ῥώμην τοῦ Ποϲειδῶνοϲ, τὴν δὲ πανοπλίαν καὶ τὴν δι᾿ ὅπλων χρῆϲιν ὡϲ ὁ Ἄρηϲ. λοιπὸν δὲ τὸ ἡγεμονικὸν καὶ ἔξαρχον τῶν ἄλλων ταύρῳ ἀπείκαϲεν, οὐ μειώϲαϲ, οὐ γὰρ τὸ αὐτὸ εἶδὸϲ καὶ πρᾶγμα ἀπὸ τῶν θεῶν ἐπὶ τὸν ταῦρον ρον κατήγαγεν, ἀλλ’ ὅτι τὰ περὶ τὸν Ἀγαμέμνονα ἀπείκαϲε τῷ ἀγελάρχ ῳ ταύρῳ. ὥϲπερ οὖν ἀπὸ τοῦ Διὸϲ εἰϲ τὸν Ἄρεα μεταβὰϲ οὐκ ἐμείωϲε διὰ τὸ ἀπὸ ἄλλου εἰϲ ἄλλο τῶν περὶ τὸν Ἀγαμέμνονα μεταβῆναι, οὕτωϲ τωϲ οὐδὲ τὸν ταῦρον παρειληφώϲ εἰϲ παράϲταϲιν τῆϲ ἐξοχῆϲ τῶν ὁμογενῶν γενῶν ἐμείωϲε τὸν ἔπαινον. καὶ τὰ μὲν ἦν τὰ καθ’ αὐτὸν προϲόντα ἐπαίροντα, τὸ δὲ ϲυγκριτικὸν τὴν ὁμοίωϲιν ἀπὸ ὁμογενῶν λαμβάνει εἰϲ ὁμογενεῖϲ· ταῦροϲ δὲ διαπρέπει ἐντὸϲ ὁμογενέϲι βουϲὶ τῆϲ ἀγέληϲ ἐξάρχων. πῶϲ μετὰ τοὺϲ θεοὺϲ βοὶ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φαϲιν ὅτι διὰ τοὺϲ μὴ δυναμένουϲ τὴν θείαν νοῆϲαι φύϲιν πάλιν ἑτέραν εἰκόνα ἀπὸ γνωρίμου Ζώου παρέλαβεπαρέβαλε Lpμὴ νοητὴν οὖϲαν· ἡ γὰρ προτέρα τῶν παραβολὴ μεταβολὴ codd. ; mut. Bekk. ὅλωϲ ἐϲτὶ νοητή. ἐϲτι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκαϲε fuit εἴκαϲεν, ν eras. ,Β βαδίζοντι δι᾿ ἀγέληϲ, ὅπερ ἐϲτὶ ζῶον ἡγεμονικόν. τὴν αὐτὴν δὲ εἰκόνα Ὀδυϲϲεῖ προϲθεῖναι προθεῖναι Lp θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθοϲ ἐμείωϲεν, ἀρνειῷ παρεικάϲαϲ (Γ 197). ἐπεὶ δὲ ἐν τῇ μάχῃ ταύτη Ἀγαμέμνων τι πλεονεκτῆϲαι οὐκ ἔμελλε, κατὰ τὴν ὁδὸν αὐτὸν κοϲμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέωϲ.