Ancient Greek · ~2 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 484
Not analysed yet
484. ζητοῦϲί τινεϲ, διὰ ποίαν αἰτίαν τῆϲ μὲν ὅληϲ πραγματείαϲ A. ἀρχόμενοϲ ὁ ποιητὴϲ μίαν ἐπεκαλέϲατο τῶν Μουϲῶν, ἐπὶ δὲ τοῦ καταλόγου λόγου τὰϲ πάϲαϲ. λέγουϲι δέ τινεϲ τῶν γραμματικῶν ἐπὶ τοῦ μ ῆνιν ἄειδε τὸν τρόπον εἶναι ϲυνεκδοχήν, ὡϲ ἀπὸ μιᾶϲ τῆϲ κυριωτέραϲ τῶν Μουϲῶν νοεῖϲθαι τὰϲ πάϲαϲ. ἄλλοι δὲ λέγουϲιν, ὅτι περὶ ἑνὸϲ μὲν προϲώπου καὶ τῆϲ ὀργῆϲ τῆϲ τούτου τὸν λόγον ποιούμενοϲ δεόντωϲ πρὸϲ μίαν τῶν Μουϲῶν ἐποιήϲατο τὸν λόγον, μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βαϲιλέων ἐθνῶν τε καὶ τόπων πλήθουϲ τε πραγμάτων εὐλόγωϲ πρὸϲ ἁπάϲαϲ τὰϲ Μούϲαϲ τὸν λόγον ἀπερείδεται.