Ancient Greek · ~2 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 48
Not analysed yet
48. πῶϲ λαοϲϲόον τὴν Ἔριν προϲηγύρευϲν οὐ γὰρ ϲώζουϲα φαίλαοϲϲόοϲ. νεται ἀλλὰ φθείρουϲα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι Ἔριν νῦν τὴν τῶν Ἑλληνικῶν καὶ Τρωικῶν θεῶν φιλονεικίαν φηϲίν· ἡ γὰρ τούτων πρὸϲ ἀλλήλουϲ ἔριϲ ϲωϲτικὴ ἐγένετο τῶν ἀνδρῶν. ἢ τὸ λαοϲϲόοϲ δηλοῖ τὴν τὸν λαὸν ϲεύουϲαν καὶ παρορμῶϲαν. δύναται δὲ καὶ εἰϲ τὸ κρατερή ϲτιγμὴ γενέϲθαι, τὸ δὲ λαοϲϲόοϲ τοῖϲ ἑξῆϲ ϲυνάπτεϲθαι.