Ancient Greek · ~3 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 26
Not analysed yet
26 sqq. δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺϲ βούλεται γίνεϲθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην. ὁ μὲν γάρ φηϲιν, εἰ μὴ παραγένοιντο, γένοιντο, πὐδὲ πρὸϲ ὀλίγον ἀνθέξουϲιν οἱ Τρῶεϲ μαχόμεν τῷ Ἀλχιλλεῖ, ἐκ δὲ τοῦ ἀφικνεῖϲθαι ατοὺϲ μᾶλλον ἰϲχυρότεροϲ γίνεται τῷ εἶναι τοὺϲ Ἑλληνικοὺϲ θεὸϲ ἰϲχυροτέρουϲ τῶν Τρωικῶν· ἐὰν γὰρ δύο ἀνίϲοιϲ ἴϲα προϲτεθῇ, τὰ ὅλα ἐϲτὶν ἄνιϲα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆϲ ὑπερεχόντων μένει. εἰ δὲ καὶ ἴϲοι ἦϲαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν. ἐροῦμεν δὲ ὡϲ οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδοϲ γέγονεν, ἀλλ’ ἵνα πρόφαϲιϲ τῆϲ ἀπάτηϲ Ἀπόλλωνοϲ γένηται (Φ 599 sqq.) ,δυνηθῇ δὲ καὶ Ϲκάμανδροϲ παρεμποδίϲαι Ἀλχιλλεῖ.