Ancient Greek · ~2 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 483
Not analysed yet
483— 476. οὐ πρέποντα μὲν τὰ τῆϲ ὑποθήκηϲ γυναικί. ἀλλ’ εἰ καὶ γυναικὶ μὴ πρέπει. ἀλλά γε τῆ Ἀνδρομάχῃ, ἐπεὶ καὶ τὸ ἱπποκομεῖν οὐ γυναικόϲ. ἡ δὲ Ἀνδρομάχη καὶ τοῦτο ποιεῖ (Θ 187 —190), ὡϲ καὶ φίλανδροϲ ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆϲ τὸν ἄνδρα. διὰ τί δὲ, φαϲὶν, οὐ ϲυνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν δὲ ὅτι ϲυνεῖδεν· ἐμοὶ γάρ φηϲι τάδε πάντα μέλει, γύναι (Ζ 441).