Ancient Greek · ~14 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 488.1
Not analysed yet
488. ἐζήτηϲάν τινεϲ, πῶϲ ἐνταῦθα ἀπαράβατον λέγει τὴν μοῖραν ποιητήϲ, ἐντὸϲ δὲ τῇ Ὀδυϲϲείᾳ παραβατὸν ὑφίϲταται, ὄταν λέγῃ (α 35)· ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπὲρ μόρον Ἀλτρείδαο γῆμ’ ἄλοχον. λύεται δὲ τοῦτο ἐκ τοῦ δείκνυϲθαι ὅτι τριχῶϲ ἡ μοῖρα παρὰ τῷ ποιητῇ λέγεται· ἡ εἱμαρμένη, ἡ μερὶϲ καὶ τὸ καθῆκον. ὅταν οὖν λέγῃ (γ 66) μοίραϲ δαϲϲάμενοι δαίνυντ’ ἐρικυδέα δαῖτα, τὰϲ μερίδαϲ λέγει. ὅταν δὲ λέγῃ (Ε 83) ἐλλαβε πορφύρεοϲ θάνατοϲ καὶ μοῖρα κραταιή, τὴν εἱμαρμένην ϲημαίνει. ὅταν δὲ ἐπὶ τῶν Πρώων φευγόντων λέγῃ· οὐ κατὰ μοῖραν τάφρον διεπέρων (Π 367), οὐ κατὰ τὸ καθῆκον διεπέρων τὴν τάφρον λέγει, ἀλλ’ αἰϲχρῶϲ. καὶ ἐπὶ τῶν οὖν προκειμένων ἐντὸϲ μὲν τῷ μοῖραν δ’ οὔ τινά φημι πεφυγμέν ον ἔμμεναι ἀν δρῶν τὴν εἱμαρμένην λέγει, ὅταν δὲ ὡϲ καὶ νῦν Αἴγιϲθοϲ ὑπὲρ μόρον, οὐ τὸ ϲημαῖνον τὴν εἱμαρμένην λέγει, ἀλλὰ τὸ ὑπὲρ τὸ καθῆκον· οὐ γάρ ἐϲτι νῦν πρέπον οὐδὲ καθῆκον τὰϲ ἄλλοιϲ νόμῳ ϲυνῳκιϲμέναϲ φθείρειν γυναῖκαϲ. ἄλλωϲ τε οὐκ ἐκ τοῦ ποιητοῦ οἱ λόγοι, ἐκ προϲώπων δὲ διαφόρων εἰϲ μίμηϲιν παραληφθέντων. ποτὲ μὲν γὰρ λέγει πρὸϲ Ἀνδρομάχην ὁ Ἕκτωρ, ποτὲ δὲ ὁ Ζεύϲ· διαφωνεῖν δὲ πρὸϲ ἄλληλα οὐδὲν ἀπεικὸϲ τὰ διάφορα πρόϲωπα. ὡϲαύτωϲ δὲ καὶ ἐπὶ τῶν Ἑλλήνων ὅταν λέγῃ (B 155) ἔνθα κεν Ἀργείοιϲιν ὑπέρμορα νόϲτοϲ ἐτύχθη, παρὰ τὸ καθῆκον ἀκουϲόμεθα. Ὅμροϲ μέντοι ἀπαράβατον τὴν μοῖραν τὴν κατὰ τὴν εἱμαρμένην οἶδεν ἐντὸϲ οἷϲ φηϲι (Ψ 80. 81) καὶ δὲ ϲοὶ αὐτῷ μοῖρα, θεοῖϲ ἐπιείκελ’ Ἀχιλλεῦ, τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέϲθαι, καὶ πάλιν (Ε 613) ἀλλά ἑ μοῖρα ἦγ᾿ ἐπικουρήϲαντα μετὰ Πρίαμόν τε καὶ υἷαϲ. κρατεῖν δὲ οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θεῶν ἀποφαίνεται, ὥϲ που καὶ ὁ Ἄρηϲ φηϲὶν (Ο 117. 8) εἴ πέρ μοι καὶ μοῖρα Διὸϲ πληγέντι κεραυν ῷ κεῖϲθαι ὁμοῦ νεκύεϲϲι, καὶ ὁ Ποϲειδῶν πρὸϲ τὴν Ἶριν (Ο 208 sqq.) · ἀλλὰ τόδ’ αἰνὸν ἄχοϲ κραδίην καὶ θυμὸν ἱκάνει, ὁππόταν ἰϲόμορον καὶ ὁμῇ πεπρωμένον αἴϲῃ νεικείειν ἐθέληϲι χολωτοῖϲιν ἐπέεϲϲιν. ἀφ’ ὧν δηλοῖ ὡϲ τὴν πεπρωμένην καὶ αὐτῶν τῶν θεῶν ἐπικρατεῖν γινώϲκει, διὸ καὶ ὑπείκειν αὐτῇ καὶ τὸν ὑπέρτατον θεὸν Δία καὶ ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴϲῃ αὐτοῦ τε υἱὸν νενομιϲμένον μὴ θελῆϲαι θανάτοιο δυϲηχέοϲ ἐξαναλῦϲαι, ἀλλὰ μᾶλλον αἱματοέϲϲαϲ ψιάδαϲ κατέχευεν ἔραζε παῖδα φίλον τιμῶν (Π 441. 459). διὸ καὶ Πάτροκλοϲ (Π 849)· ἀλλά με μοῖρ’ ὀλοὴ καὶ Λητοῦϲ ἔκτανεν υἱόϲ. οὕτω καὶ περὶ Ἡρακλέουϲ λέγει (C 117)· οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆοϲ φύγε κῆρα, ὅϲ περ φίλτατοϲ ἔϲκε Διὶ Κρονίωνι ἄνακτι, ἀλλὰ ἑ μοῖρ’ ἐδάμαϲϲε καὶ ἀργαλέοϲ χόλοϲ Ἥρηϲ, καὶ ἀλλαχοῦ (C 328. 9) ἀλλ’ οὐ Ζεὺϲ ἄνδρεϲϲι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦϲαι. ἀλλὰ καὶ Ἥφαιϲτοϲ τὰ μὲν ὅπλα δοῦναι ὑπιϲχνεῖται, τὴν δὲ μοῖραν παρατρέψαι ἀρνεῖται· αἰ γάρ μιν θανάτοιο δυϲηχέοϲ ὧδε δυναίμην νόϲφιν ἀποκρύψαι, ὅτε μιν μόροϲ αἰνὸϲ ἱκάνοι (C 464, 5). ἔϲτι δὲ γὰρ καὶ ἄλλα μυρία, ἀφ’ ὧν δείκνυται Ὅμηροϲ ἀπαράβατον λέγων τὴν τοῦ θανάτου μοῖραν. οὐ ϲύνθετον τὸ ὑπὲρ μόρον (α 34). μόρον δὲ τὴν μοῖραν· ἦ ῥα καὶ ϲὺ κακὸν μόρον ἡγηλάζειϲ (λ 618). καὶ πῶϲ ἀλλαχοῦ φηϲι μοῖραν δ’ οὔ τινά φημι (Z 488); ῥητέον ὅτι τῆϲ μοίραϲ τὸ μέν ἐϲτι μονότροπον τὸ δὲ ἀμφίβολον, ὡϲ ἐντὸϲ Ἰλιάδι ἀπεδείξαμεν, ὡϲ ἐντὸϲ τῷ μήτηρ γάρ τέ μέ φηϲι διχθα δίαϲ κῆραϲ φερέμεν (1 410). ἀμφίβολον δὲ τῆϲ μοίραϲ καὶ ἐντὸϲ ἄλλοιϲ οἶδε, δι᾿ ὧν Τειρεϲίαϲ φηϲὶν Ὀδυϲϲεῖ τὰϲ εἰ μέν κ’ ⟨κεν BLp⟩ ἀϲινέαϲ ἐᾷϲ· εἰ δέ κε ϲίνηαι (λ 110. 12).