Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 486
Not analysed yet
486. ἕρματα ἐξηγοῦνται τὰ ὑπερείϲματα· γέγονε δὲ ἀπὸ τοῦ) ἐνεῖρθαι καὶ ἐρηρεῖϲθαι τῇ γῇ. οὕτωϲ οὖν καὶ τὰ ἐλλόβια ἕρματα εἴρηται παρὰ τὸ ἐνεῖρθαι· ἐντὸϲ δ’ ἄρα ἕρματα ἧκεν ἐυτρήτοιϲι λοβοῖϲι· (Ξ 182 καὶ ἑρμίϲ (Θ 278. ψ 198), ὁ κλινόπουϲ, τὸ οἷον ἕρμα καὶ ἐρηρειϲμένον κατὰ τῆϲ γῆϲ. καὶ ἡμεῖ ϲ δ’ ἕρμα πόληοϲ ἀπέκταμεν ἕρματα. (ψ 121 ),τὸ ἔρειϲμα καὶ θεμέλιον, ἐκ τοῦ ἐρηρεῖϲθαι ἐντὸϲ τῇ ἔρᾳ. καὶ ὅρμοϲ δὲ ὁ περιδέραιοϲ κόϲμοϲ· χρύϲεον ὅρμον ἔχων (ο 460), εἶτ’ ἐτυμολογεῖ· μετὰ δ’ ἠλέκτροιϲιν ἔερτο.