Ancient Greek · ~11 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 524
Not analysed yet
524. διὰ τί ὑποϲχόμενοϲ ὁ Ζεὺϲ τῆ Θέτιδι ἐπικρατεϲτέρουϲ ποικατανεύϲο ῆϲαι τοὺϲ Τρῶαϲ οὐκ εὐθὺϲ τοῦτο τελεῖ, πολὺν δὲ φόνον πρότερον πιτρέψαϲ τῶν Τρώων γενέϲθαι. ὡϲ εἰπεῖν τὸν ποιητήν· ἔνθα κεν α ὖτε Τρῶεϲ ἀρηιφίλων ὑ π’ Ἀχαιῶν Ἴλιον εἰϲανέβηϲαν ἀν αλκείῃϲι δαμέντεϲ (Ζ 73. 74), κατανεύϲο τότε τῇ ὑποϲχέϲει προϲτίθεται, ῥητέον δὲ ὅτι τῶν ὅρκων παρὰ τῶν μαι. Τρώων ϲυγχυθέντων τιμωρίαν δοῦναι πρότερον τοὺϲ παραβάνταϲ ἠξίωϲεν· καὶ πολλῶν διὰ τοῦτο ἀνῃρημένων, ὡϲ εἰϲ ἀπόγνωϲιν τῶν πραγμάτων ἀφικέϲθαι καὶ βουλὰϲ τοῦ δεῖν ἀπογνῶναι τὴν Ἑλένην, τότε λυϲάντων τῶν Ἑλλήνων τὴν παράβαϲιν ἐκ τοῦ μὴ δέξαϲθαι τὰ πεμφθέντα ἐκ τῆϲ Ἰλίου ἐπαγγέλματα διὰ τοῦ Ἰδαίου ἔχοντα οὕτωϲ (Η sqq .) . ἠν ώγει Πρίαμόϲ τε καὶ ἄλλοι Τρῶεϲ ἀγαυοὶ εἰπέμεν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γέν οιτο, μῦθον Ἀλεξάνδρου, τοῦ εἵνεκα νεῖκοϲ ὄρωρε · κτήματα μὲν ὅϲ’ Ἀλέξαν δροϲ κοίλῃϲ ἐνὶ νηυϲὶ ν ἠγάγετο Τροίηνδ᾿ ,ὡϲ πρὶν ὤφελλ’ ἀπολέϲθαι, πάντ’ ἐθέλει δόμεν αι καὶ ἔτ’ οἴκοθεν ἄλλ’ ἐπιθεῖναι· κουριδίην δ’ ἄλοχον Μενελάου κυδαλίμοιϲ οὔ φηϲιν δώϲειν, ἦ μὴν Τρῶέϲ γε κέλονται· τοιαύτηϲ γὰρ πρεϲβείαϲ ἀφιγμένηϲ προϲτίθηϲιν ὁ Διομήδηϲμήτ’ (Η 400sqq .) ἄρ τιϲ νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέϲθω μή θ’ Ἑλέν ην· γνωτὸν δέ, καὶ ὃϲ μάλα νήπιόϲ ἐϲτιν, ὡϲ ἤδη Τρ ώεϲϲιν ὀλέθρου πείρατ’ ἐφῆπται, ἔπειτα τῶν Ἑλλήνων ϲυμψήφων γενομένων ὣϲ ἔφα θ᾿, οἱ δ’ ἄρα πάντεϲ ἐπίαχον υἷεϲ Ἀχαι ῶν, μῦθον ἀγαϲϲάμενοι Διομήδεοϲ ἱ πποδάμοιο (Η 403. 4 )—,καὶ τότ’ Ἀγαμέμνονοϲ εἰπόντοϲ· Ἰδαῖ᾿ ,ἤτοι μῦθ ον [Ἀχαιῶν] αὐτὸϲ ἀκούειϲ, ὥϲ τοι ὑποκρίνονται, ἐμοὶ δ’ ἐπιανδάνει ο ὕτωϲ (H 406. 7 ),καὶ διὰ πάντων, τῶν τε ἀρίϲτων καὶ τοῦ βαϲιλέωϲ τοῦ τε ὄχλου, διελθόντοϲ, ὅτι μηδ’ ἐμμένουϲι τοῖϲ ὅρκοιϲ καὶ ἀποδιδοῦϲι τὴν Ἑλένην καὶ τὰ κτήματα καὶ ὅϲα ὡμολογήθη χρὴ πείθεϲθαι, ἀλλὰ μόνον πολεμεῖν, ϲυνέβη λύϲιν γενέϲθαι τῶν ὁρκίων καὶ τὴν ἐπιορκίαϲ δυνάμει ἄφεϲιν. οὗτοι γὰρ οὐκ εἰϲ ἀπαίτηϲιν τῆϲ Ἑλένηϲ κατὰ τοὺϲ ὅρκουϲ ἐτράπηϲαν, εἰϲ δὲ παραίτηϲιν μὲν ταύτηϲ, πολέμου δὲ παραϲκευήν· ὅθεν καὶ τεῖχοϲ ταῖϲ ναυϲὶ περιβάλλοντεϲ φαίνονται, τοὺϲ μὲν ὅρκουϲ ἐάϲαντεϲ, πρὸϲ ἄλλα δὲ τραπόμενοι. διὸ καὶ ἐπιλέγει ὁ Ἀγαμέμνων (H 411) ὅρκια δὲ Ζεὺϲ ἴϲτω, ἐρίγδουποϲ πόϲιϲ Ἥρηϲ, ἀνελῶν τὸ δεῖν τούτοιϲ ἐμμένειν καὶ ἐπιτρέψαϲ αὐτοὺϲ τῷ Διί. ἀνῃρημένου τοίνυν Πανδάρου τοῦ τοὺϲ ὅρκουϲ παραβάντοϲ (ε 29 sqq .) καὶ θυϲιῶν καὶ λιτανειῶν γεγονυιῶν καὶ ἐπιϲτροφῆϲ πρὸϲ τοὺϲ ὅρκουϲ διὰ τοῦ ὁμολογεῖν καὶ λέγειν (H 350 sqq )· δεῦτ’ ἄγετ’, Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτ ῇ δώομεν Ἀτρείδῃϲιν ἄγειν, νῦν δ’ ὅρκια πιϲτὰ ψευϲάμενοι μαχ όμεϲθα, τῷ ο ὔ νύ τι κέρδιον ἡμῖν ἔλπομαι ἐκτε λέεϲθαι, ἵνα μὴ ῥέξομεν ὧδε, καὶ εἰκότωϲ καὶ ἧττα γίνεται ὑπὲρ τοῦ μὴ ἐκτελεϲθῆναι τὰ εἰρημένα καὶ παύεται ἡ ἐκ τῆϲ παραβάϲεωϲ μῆνιϲ, τῶν Ἑλλήνων ἀρνηϲαμένων τὴν κατὰ τοὺϲ ὅρκουϲ γινομένην ἀπόδοϲιν καὶ εἰϲ πὸλεμον παρεϲκευαϲμένων.