Ancient Greek · ~3 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 494a
Not analysed yet
494. διὰ τί τοῦ δεκάτου om. codd. τοῦ ἔτουϲ ι΄ ViII. ἔτουϲ μάχηϲ ἐνϲτάντοϲ νεῶν κατάλογον ποιεῖται Ὅμηροϲ ἢ ὅτι καὶ ἡ ὑπόθεϲιϲ αὐτῷ περὶ τὸ δέκατον ἔτοϲ τοῦ πολέμου εἴληπται, γνώριμον δὲ τῷ θεατῇ οὐκ ἦν γενέϲθαι μὴ προκαταλεχθέντων τῶν ἀφικομένων. ἡ μέντοι πρόφαϲιϲ εὔλογοϲ, ὠργιϲμένου γὰρ τοῦ Ἀχιλλέωϲ, καὶ ἡ τοῦ τείχουϲ οἰκοδομὴ εὔλογον ἔϲχε πρόφαϲιν καὶ ἡ τῶν Ἑλλήνων κατὰ φῦλα φύλα B ,φυλὰϲ Lp διάκριϲιϲ, ὅπωϲ ἂν διάδηλοι γίγνοιντο οἱ ῥᾳθυμοῦντεϲ, καὶ ὁ Τρωικὸϲ ὡϲαύτωϲ διάκοϲμοϲ ἐντὸϲ πεδίῳ τότε παραταϲϲόμενοϲ, ταϲϲόμενοϲ, καὶ ἄλλωϲ τοῖϲ μὲν Τρωϲὶ τὸ θαρϲῆϲαι τοῖϲ δ’ Ἕλληϲι τὸ εὐλαβεϲτέρουϲ γενέϲθαι. τοῦτο δὲ ἑκατέροιϲ αἴτιον ἐγίγνετο τῆϲ διακοϲμήϲεωϲ ϲεωϲ καὶ τῷ ποιητῇ πρόφαϲιν ἐδίδου τῆϲ εὐλόγου ἐκτάξεωϲ τοῦ καταλόγου.