Ancient Greek · ~4 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 515
Not analysed yet
515. ἐμείωϲε, φαϲὶ, τὸν ἔπαινον, μερικὴν αὐτῷ προϲθεὶϲ τὴν εἴ- δηϲιν. καίτοι φηϲὶν ὅϲῥά τε πάϲηϲ εὖ εἰδῇ ϲοφίαϲ (Ο 411, confus. c. ρ 384). οἱ μὲν οὖν φαϲιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖϲ παλαιοῖϲ· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικοϲ μὲν ἤρξατο, ϲυνετέλεϲε δὲ καὶ Ἱπποκράτηϲ, Πραξαγόραϲ, Χρύϲιπποϲ. ἔνιοι δέ φαϲιν, ὡϲ οὐδὲ ἐπὶ πάνταϲ τοὺϲ ἰατροὺϲ ὁ ἔπαινοϲ οὗτόϲ ἐϲτι κοινόϲ, ἀλλὰ τὸν Μαχάονα μόνον χειρουργεῖν θέλουϲι· τὸν γὰρ Ποδαλείριον διαιτᾶϲθαί φαϲι τὰϲ νόϲουϲ. καὶ τεκμήριον ὅτι Ἀγαμέμνων τρωθέντοϲ Μενελάου οὐ Ποδαλείριον καλεῖ, ἀλλὰ τὸν Μαχάονα (Δ 193) εἰ δὲ μὴ παράγει τινὰ διαιτώμενον, οὐ θαῦμα· διὰ γὰρ τὸ ἀπρεπὲϲ παρῆκε τὴν δίαιταν· ἀπρεπὲϲ γὰρ ἦν τὸν ἥρωα πυρέττοντα παραλαβεῖν ἢ κενούμενον τὴν γαϲτέρα ἢ προποτιζόμενον. ἢ μόνων τῶν ἐντὸϲ πολέμῳ ἐνεργούντων μέμνηται· εἰϲὶ δὲ φάρμακα καὶ χειρουρ εἰ δὲ ἀπὸ τῶν ἡττόνων ὁ ἔπαινοϲ, καὶ τοῦτο ἰατρικῆϲ ἐγκώμιον, τὸ καὶ τὰ ἥττω μέρη ταύτηϲ εἶναι πολλῶν ἀντάξια.