Ancient Greek · ~2 min
Λ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 548
Not analysed yet
548 sqq. διὰ τί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ἐντὸϲ ἄλλῳ (v. 558) ὄνῳ, λύϲιϲ. ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήϲεωϲ ἐνεργείαϲ ϲαφηνείαϲ· εἰϲ τὸ πρόϲφορον δὲ ἐντὸϲ ἑκάτερον ἐτήρηϲεν ὁ ποιητήϲ, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντοϲ δίκην καὶ τῶν πολεμίων ἀναχωροῦντα ὡϲ ὄνον. ταῖϲ γὰρ φύϲεϲι τῶν ζώων καὶ τὸ ὀκνηρὸν πρὸϲ φυγὴν καὶ τὸ ταχὺ πρὸϲ μάχην τοῦ ἥρωοϲ δεδήλωκεν.