Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 520
Not analysed yet
520. τὸ δὲ θηλύτεραι ὁ Πορφύριοϲ λέγει ἢ ἁπλῶϲ ἀντὶ τοῦ θήλειαι, ὡϲ καὶ τὸ νεώτεροϲ ἔϲτιν ὅτε ἀντὶ τοῦ νέοϲ, ἡ ϲυγκριτικῶϲ τῶν ἄλλων ζώων· οὐ γὰρ τέτακταί τιϲ αὐταῖϲ καιρὸϲ ὁμιλίαϲ τῆϲ εἰϲ τὸ γεννᾶν. αἱ πρὸϲ τὰ ἀφροδίϲια καταφορώτεραι ὡϲ πρὸϲ ϲύγκριϲιν τῶν ἀλόγων ζώων· τὰ μὲν γὰρ ἄλογα ὡριϲμένον ἔχει καιρὸν ἐντὸϲ ᾧ μίγνυται μίγνυνται L. ,αὗται δὲ διηνεκῶϲ πληϲιάζουϲιν.