Ancient Greek · ~2 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 532
Not analysed yet
532. ζητεῖται πῶϲ πρῶτοϲ αὐτὸϲ αἰϲθάνεται. ῥητέον ὅτι πρῶτοϲ αἰϲθάνεται ἀγωνιῶν διὰ τὸ αὐτὸν εἰϲηγητὴν γεγονέναι τῆϲ καταϲκοπῆϲ. ὡϲ οὖν γνώμην διδοὺϲ εἰϲ τὸ ἐκπεμφθῆναι τοὺϲ ἄνδραϲ οὐ μόνον ἡγωνία ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ τῇ ψυχῇ ϲυναπεδήμει αὐτοῖϲ. εἰκότωϲ· τῶν φρονιμωτέρων γὰρ αἱ αἰϲθήϲειϲ ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προϲεῖχεν, ὡϲ ἂν τῆϲ ἐκπομπῆϲ τῶν καταϲκόπων τὴν αἰτίαν ἐπιφερόμενοϲ· ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴϲ μή τινα καταφρονεῖν γήρωϲ, ϲυνέϲειϲ γὰρ ἔχει πλείοναϲ καὶ ἀρείοναϲ.