Ancient Greek · ~5 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 561
Not analysed yet
561. πῶϲ εἰπὼν (v. 494. 95)· τριϲκαιδέκα ἀλλ’ ὅτε δὴ βαϲιλῆα κιχήϲατο, τὸν τριϲκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα, πάλιν διηγούμενοϲ τὰ ϲυμβάντα φηϲὶ (v. 561)· τὸν τριϲκαιδέκατον ϲκοπὸν εἴλομεν; ὁ γὰρ Δόλων τοῖϲ τριϲκαίδεκα ϲυναριθμούμενοϲ τῶν Θρᾳκῶν τεϲϲαρεϲ ἂν εἴη. δῆλον ὅτι τὸν Ῥῆϲον ἐξελὼν καὶ δώδεκα τοὺϲ ἑταίρουϲ τοῦ Ῥήϲου τριϲκαιδέκατον μετὰ τῶν ἑταίρων τοῦ Ῥήϲου εἰκότωϲ τὸν Δόλωνα κατηριθμήϲατο. τί γάρ φηϲιν; ἵπποι δ᾿ οἵδε, γεραιὲ, νεήλυδεϲ, οὓϲ ἐρεείνειϲ, Θρηίκιοι, τὸν δέ ϲφιν ἄνακτ᾿ ἀγαθὸϲ Διομήδηϲ ἔκτανε (v. 558 —60). τοῦτον μὲν καθ’ ἑαυτὸν χωρίϲαϲ ὠνόμαϲεν, εἶτ’ ἐπάγει πὰρ δ’ ἑτάρουϲ δυοκαίδεκα, μεθ’ ὧν, ἐξῃρημένου τοῦ βαϲιλέωϲ, τὸν τριϲκαιδέκατον ϲκοπὸν εἵλομεν. καὶ αὐτὸϲ δ’ ἐπεϲημήνατο ὅτι παρὰ τὸν Ῥῆϲον ἀριθμεῖται τοὺϲ ἑταίρουϲ καὶ οὐ ϲὺν τούτῳ καταλέγει τοὺϲ ἄλλουϲ. ἔφη γάρ· τὸν δέ ϲφιν ἄνακτα ἀγαθὸϲ Διομήδηϲ ἔκτανε, πὰρ δ᾿ ἑταρουϲ δυοκαίδεκα, δυοκαίδεκα μὲν τοὺϲ ἑταίρουϲ, τὸν δὲ ϲκοπὸν τριϲκαιδέκατον. ἑαυτὸν δὲ κοινωνὸν θεὶϲ τῆϲ λήψεωϲ τοῦ ϲκοποῦ οὐκ ἔφη ἀπεκτείναμεν ἀλλὰ εἵλομεν, ἐπεὶ ὥϲπερ καὶ τοὺϲ ἄλλουϲ Διομήδηϲ ἀνεῖλε, ϲυνέλαβε δὲ τὸν ϲκοπὸν Διομήδει Ὀδυϲϲεύϲ. πῶϲ οὖν, φηϲὶ, δεκατέϲϲαραϲ φονεύϲαϲ τριϲκαιδέκατον λέγει Δόλωνα; ῥητέον οὖν ὅτι Ὅμηροϲ ἀεὶ τοὺϲ βαϲιλεῖϲ τῶν ϲτρατιωτῶν χωρίπῶϲ ζει κατ’ ἐξοχήν. ἔθει οὖν κατὰ τὸν ἀριθμὸν κεχώριϲται ὁ Ῥῆϲοϲ, ὡϲ ἐπὶ τοῦ Ζεὺϲ δ’ ἐπεὶ οὖν Τρῶάϲ τε καὶ Ἕκτορα (Ν 1).