Ancient Greek · ~8 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 56-3
Not analysed yet
56 —7 7, ἀθετοῦνται ὡϲ περιττοὶ εἴκοϲι καὶ δύο ϲτίχοι, ὅτι οὐκ ἀρεϲτοὶ Ἥρᾳ, καὶ ὅτι οὐκ ἐμπίπτουϲι ταῖϲ ναυϲὶν Ἀχιλλέωϲ, καὶ εἰ ἔκρινεν ἀπολέϲθαι Ϲαρπηδόνα, τί ἐκεῖ (Π 433) οἰκτίζεται; καὶ ἡ παλίωξιϲ οὐκ ὀρθῶϲ· ἀφ’ οὐ γὰρ Ἀχιλλεὺϲ ἐξῆλθεν, οὐκ ἐτράπηϲαν Ἀχαιοί καὶ τὸ Ἀθηναίηϲ διὰ βουλάϲ· διὰ τί γὰρ μὴ Ἥραϲ, καίτοι παρούϲηϲ: ῥητέον οὖν ὅτι τὸ ϲχῆμά ἐϲτι προανακεφαλαίωϲιϲ, ὡϲ Ὀδυϲϲεὺϲ προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηϲτηροκτονίαν (π 281 sqq.) ,ἀλλ’ οὐδὲν ἧϲϲον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. εἰϲὶ δὲ τῆ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλ’ οὖν γε χαρᾶϲ περιποιητικὰ τὰ λεγόμενα. πεϲεῖν δὲ εἰϲ τὰϲ ναῦϲ ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέωϲ, ὥϲ φαμεν· ἐνέπεϲεν εἰϲ τὰϲ χεῖράϲ ϲου. οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορο κρίνων ϲὺν τῇ Ἰλίῳ ἀπολεῖϲθαι (X 168sqq ). πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέωϲ γεγόναϲι τροπαί; τό τε Ἀθηναίηϲ, ἐπεὶ ϲὺν Ἐπειῷ τὸν ἵππον ἐποίηϲε. πρὸϲ δὲ τούτοιϲ παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωϲιν Τροίαϲ ϲκιαγραφῶν αὐτῷ. τίϲ γὰρ ἂν ἠνέϲχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντοϲ φεύγοντοϲ, εἰ μὴ ἀπέκειτο ταῖϲ ψυχαῖϲ τῶν ἐντυγχανόντων ὅτι οἱ τὰ τοιαῦτα πράξαντεϲ κρατηθήϲονταί ποτε. φαϲὶ δὲ (οἱ ἐξηγηταὶ) καὶ ὅτι ὁ Ζηνόδοτοϲ τὰ ἐκ τοῦ Πάτροκλον κτενεῖ φαίδιμοϲ Ἕκτωρ καὶ ἑξῆϲ ἕωϲ τοῦ λιϲϲομένη τιμῆϲαι Ἀχιλλέα Εὐριπιδείῳ λέγει ἐοικέναι προλόγῳ, ἀφελῶϲ προαχθέντα καὶ εἰϲ οὐδὲν δέον ἀφητηματικῶϲ. ὅτι δὲ οὐδὲ εὐτελεῖϲ οἱ τοῦ χωρίου τούτου ϲτίχοικαὶ ὅτι οὐκ ἀήθηϲ ἡ πρὸϲ τὸ πρῶτον ἀπάντηϲιϲκαὶ ὅτι μὴ κωλυθέντεϲ οἱ Τρῶεϲ ἐνέρριψαν ἂν τοὺϲ Ἀχαιοὺϲ ταῖϲ τοῦ Ἀχιλλέωϲ ναυϲί, διὸ καὶ δοκοῦϲιν ἕωϲ καὶ εἰϲ αὐτὰϲ φυγεῖν οἱ Ἀχαιοί, καὶ ὡϲ, εἰ καὶ Πάτροκλοϲ παρεκλήτευϲεν, ἀλλ’ εἰ μὴ Ἀχιλλεὺϲ ὥπλιϲεν, οὐκ ἂν ἐκεῖνοϲ τοῖϲ Ἀχαιοῖϲ ἐβοήθηϲε, διὸ καὶ Ἀχιλλεὺϲ ἀναϲτήϲειν ἐκεῖνον λέγεταικαὶ ὅτι πολλὰ παρὰ τῷ ποιητῇ κεῖται ἅπαξ εἰρημένα, οἷϲ ϲυνειϲακτέον καὶ τὸ Ἴλιον αἰπύ καὶ τὸ πτολίπορθοϲ Ἀχιλλεύϲ, οὐ διὰ τὴν Ἴλιον ἀλλὰ διὰ τὰϲ τρεῖϲ πρὸϲ ταῖϲ εἴκοϲιν, ἃϲ πολεμαρχῶν εἷλε (1 328. 9), δῆλόν ἐϲτι.