Ancient Greek · ~3 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 13
Not analysed yet
13 sqq. Πῶϲ ὁ κεϲτὸϲ αὐτὸν οὐκ ἐπράϋνεν: ἐρώτων μόνον ἐϲτὶ κινητικόϲ, οὐκ ἄλλων. ἄλλωϲ τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆϲ ἦν ἐλάττωϲιϲ, καὶ μετὰ τοϲαύταϲ ἀπειλάϲ. εἰκότωϲ δὲ χαλεπαίνει, ψευδὴϲ πρὸϲ Θέτιν ἀποδειχθεὶϲ καὶ Ἕκτορα. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν οὕτωϲ ἀϲχήμωϲ ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺϲ διὰ θνητὸν Ἡραξλέα· φηϲὶ γὰρ ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω, ῥητέον δὲ ὅτι φιλοϲοφεῖ Ὅμηροϲ· μυθικῶϲ γὰρ Ζεὺϲ ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεϲμόϲ ἐϲτιν, ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐη αὐτοῦ δεϲμεύων τὰ πάντα· μετ’ αὐτὸν δέ ἐϲτιν ἀὴρ μέϲοϲ γῆϲ καὶ αἰθέροϲ, 5 δεῖ νοεῖν ἡμᾶϲ τὴν Ἥραν ὑπάρχειν· τοῦ δ’ ἀέροϲ ἐκκρέμαται ὕδωρ τε καὶ γῆ, οὓϲ δὴ νῦν ἄκμοναϲ λέγει παρὰ τὸ ἀκοπίατα εἶναι τὰ ϲτοιχεῖα. καλῶϲ οὖν οὐ δύνανται οἱ θεοὶ τὸν δεϲμὸν λῦϲαι· ἰϲχὺϲ γὰρ τῶν ὅλων τὸ ϲυνδεδέϲθαι