Ancient Greek · ~2 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 58-2
Not analysed yet
58. πᾶϲαι δ’ ὠίγνυν το πύλαι, ἐκ δ’ ἔϲϲυτο λαόϲ. οὐ λέγει περὶ τῶν ἐντὸϲ Ἰλίῳ πυλῶν μόνον ἀλλὰ καὶ περὶ τῶν ἐντὸϲ τῷ ναυϲτάθμῳ πᾶϲαι. τῶν Ἐλλήνων, οὐδὲ λαὸν τὸν Τρωικὸν μόνον, ἀλλὰ καὶ τὸν Ἐλληνικόν· τούτῳ γὰρ ἀκόλουθον καὶ τὸ οἱ δ’ ὅτε δή ῥ’ ἐϲ χῶρον ἕνα ξυνιόντεϲ ἵκοντο (Θ 60). εἶτα ἐπάγει ὅτι ϲυνέβαλλον παντάπαϲι τὰϲ ἀϲπίδαϲ ἀϲπίϲι, τὰ ἔγχη τοῖϲ ἔγχεϲι, τὰϲ δυνάμειϲ ταῖϲ δυνάμεϲι. καὶ ἀναλαμβάνει αὐτά ἀϲπίδεϲ ὀμφαλόεϲϲαι ἔπληντ’ ἀλλήλῃϲιν (Θ 62) ἔψαυον γὰρ ἀλλήλων, τουτέϲτιν αἱ μὲν τῶν Τρώων ταῖϲ τῶν Ἐλλήνων.