Ancient Greek · ~8 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 70
Not analysed yet
70. ἐντὸϲ δ’ ἐτίθει δύο κῆρε. πρὸϲ Αἰϲχύλον ψυχοϲταϲίαν γρά ψαντα καὶ τὸ κήρ ἀκούϲαντα οὐκ ἐπὶ τῆϲ μοίραϲ λεγόμενον ἀλλ’ ἐπὶ κῆρε. τῆϲ ψυχῆϲ, ὅτι θηλυκῶϲ μὲν ἡ κήρ τὴν μοῖραν δηλοῖ, οὐδετέρωϲ δὲ τὸ κῆρ καὶ περιϲπωμένωϲ τὴν ψυχήν, ὃ διαιρεῖται εἰϲ κέαρ. εἰ δὲ ἔλεγε τὴν ψυχήν, οὐκ ἂν ἔφηϲε δύο κῆρε διὰ τοῦ ε ἀλλὰ δύο κῆρα διὰ τοῦ ᾱ. καὶ αὐτὸϲ δὲ ἐξηγήϲατο τίϲ ἡ κήρ, εἰπὼν ῥέπε δ’ αἴϲιμον ἦμαρ Ἀχαιῶν· ἀντὶ γὰρ τοῦ φάναι ῥέπε δὲ ἡ κὴρ τῶν Ἀχαιῶν μεταλαβὼν ἔφη ῥέπε δ’ αἴϲιμον ἦμαρ Ἀχαιῶν. ἡ κὴρ δὲ εἴληπται οὐχ ἑνὸϲ τῶν Ἑλλήνων μία ἀλλὰ πάντων, οὐδὲ Τρώων ἑνὸϲ μία ἀλλὰ πάντων, διὸ καὶ ἐπάγει αἱ μὲν Ἀχαιῶν κῆρεϲ (v. 73). ὡϲ ἡ ἵπποϲ τῶν πολεμίων ϲημαίνει τὸ πλῆθοϲ, οὕτωϲ ἡ κὴρ τῶν Ἑλλήνων αἱ κῆρεϲ ἦϲαν. καὶ τὸ ἐπὶ χθονὶ ἕζεϲθαι (v. 73) τὸ πρὸϲ γῆν ῥέψαι δηλοῖ, τὸ δ’ ἐϲ οὐρανὸν ἀρθῆναι τὸ ὑπερτέραν γενέϲθαι. ϲυμβολικῶϲ δὲ λαμβάνει τὰ μὲν ῥέποντα πρὸϲ τὰ χθόνια θανατικά, τὰ δὲ πρὸϲ τὸν οὐρανὸν ζωτικά· ζωηφόρα γὰρ τὰ οὐράνια, θανατηφόρα δὲ τὰ χθόνια. ὅπερ ἀγνοήϲαντέϲ τινεϲ ἠθέτηϲαν τὰ ἔπη, ἐντὸϲ οἷϲ φηϲιν αἱ μὲν Ἀχαιῶν ῶν κῆρεϲ ἐπὶ χθονὶ πουλυβ οτείρῃ ἑζέϲ θην· Τρώων δὲ πρὸϲ οὐρανὸν εὐρὺν ἄερθεν, νομίϲαντεϲ ὅτι τὸ ἑζέϲθην δυϊκόν ἐϲτιν, ὡϲ ἀποδεξαμένων τινῶν, ὅτι ἀνὰ δύο τίθηϲι κῆραϲ εἰϲ τὸν ζυγόν. οὐ ϲημαίνει δὲ τὸ ἑζέϲθην, ἀλλ’ ἀντὶ τοῦ ἕζοντο, ὡϲ μιάνθην αἵματι μηροί (Δ 146) ἀντὶ γὰρ τοῦ ἐμιάνθηϲαν ἐπὶ πληθυντικοῦ κεῖται· εἰ γὰρ ἦν ἐπὶ δυϊκοῦ, ἔφη ἂν μιανθήτην ὡϲ κλινθήτην καὶ ἡϲθήτην. ἑζέϲθην οὖν ἀντὶ τοῦ ἑζέϲθηϲαν, ὡϲ τὸ ἐκόϲμηθεν ἀντὶ τοῦ ἐκοϲμήθηϲαν. πῶϲ δύο κῆρεϲ ἐντίθηϲιν ὁ Ζεύϲ, ὥϲπερ ἀνὰ μίαν ἑκατέρου ϲτρατοῦ, ἐντὸϲ δὲ τοῖϲ ἑξῆϲ πλείουϲ αὐτάϲ φηϲιν· αἱ μὲν Ἀλχαιῶν κῆρεϲι ὅτι αἱ δύο καὶ πολλαὶ ἂν εἶεν· λέγομεν γοῦν οὖν Lp διττὰ πράγματα. πλειόνων δὲ ἔμφαϲιν διδόντοϲ τοῦ ὀνόματοϲ, εἰκότωϲ ἐντὸϲ τῇ μεταλήψει πλέοναϲ εἶπεν. ἔϲτι δὲ ϲχῆμα ϲυνεκδοχικῶν ϲχημάτων ἕν. quae sequuntur de origine V. κήρ ad Porphyrium referre non audemus.